| Θείου νοητοῦ ἄνθρακας πυρὸς φέρω: + |
| Κατὰφλέγοντα δαιμόνων παντευχείαν: + |
| Κρυμῶν λύοντας ψυχικῶν παθημάτων: |
| Ὁθούντας ἀχλὺν, ἀπρεπῶν νοημάτων: |
| Καὶ φῶς βροτείαν ἐντιθὲντὰς καρδίας: + |
| Μηναίων γὰρ εἰμὴ γράμμα, εἰς κεχριμένος φίλαι: |
| Μνήσθητι κἀμοῦ, ὁ ταύτα ἐντυγχάνω(ν): + |
| Ἱακώβου πλήμωνι, καὶ λαουτρόπω: |
| Ὅπω(ς) τύχοιμι ψυχικῆς σωτηρίας: |
| Ἐν τῆ φοβερὰ ἐτάσεως ἡμέρα: |
| Ὅταν ὁ χ(ριστὸ)ς ἥξει, τοῦ κρίναι πάντας: |
| Χ(ριστ)ὲ παράσχοι, τῶ κτισαμένω χάριν: |
| Ὁφλημάτων λύτρωσιν τῶ γεγραφώτι: |
| Τῶ ἀναγινώσκοντι ἔλλαμψιν θείαν: |
| Ἡ χεὶρ μὲν ἡ γράψασα, σάπη τῶ τάφω: |
| Ἡ γραφὴ δὲ μένη, εἰς αἰῶνας ἀπεράντους: |
| Ὥσπερ ξένη χαίρωντες ἱδεῖν π(ατ)ρίδα: |
| Οὕτως καὶ οἱ γράφοντες βιβλίου τέλος: |
| Ἄνακτε Χ(ριστ)ὲ πατροκόλπιον φάος: |
| Μήδων τοῦ π(ατ)ρ(ὸ)ς, καὶ πρύτανι τῶν ὅλων: |
| Σὲ ἐκδυσωπῶ τὸν πανακτὶ δυνάμει: |
| Σκέπε φρούρει φύλαττε τὸν σὸν οἱκέτην: + |
| Τὸν καὶ ξίσαντα τὴν θείαν δέλτον ταύτην: |
| Ὁ τὴνδὲ κρατῶν δέλτον π(άτ)ερ, καὶ τὰς ἐν αὐτῆ λιτὰς |
| Καὶ εὐχὰς πρὸσφέρων τῶ δεσπότη: |
| Μέμνησο κἀμοῦ, τοῦ γράψαντος συνάμα χρωμ(έν)ω: |
| Τὸ τέρμα δεδωρκῶς, τῶν τῆσδὲ βίβλου: |
| γέγηθα λιτὰς ἀναπέμψαι, χ(ριστ)ῶ |
| τῶ τελεστῆ, τῶν ἀγαθῶν πάντων: + |