| Στίχοι Τενέδου ἰάμβοι | |
| Ἡ χεὶρ μέν ἡ γράψασα τῆδε τήν δέλτον | |
| τάφω ζοφώδη καὶ πνιγηρῶ [π]υθμένει | |
| μυδῶσα κεῖται βρῶμα σκωλήκων, ξένε, | |
| ὡς χοῦς δυσαχθείς, τέφρα, [σα]τρία, [κόν]ις, | |
| ἰχῶρσι καὶ μώλωψι καὶ σηψὶ βρύων, | |
| ἀηδίαν δύσοσμον πνέουσ᾽ ὁ [....]· | |
| ἀλλ᾽ οἱ καθαρῶς ἐντρυφῶντες τοῖς λόγοις, | |
| οὓς καρδίας ἔρωτι καί πρ[οθυ]μ[ία] | |
| γέγραφα θερμῶς τῆ παρούση πυκτίδι, | |
| βίους ὁσίων, ἁγίων καὶ μαρτύρων | |
| ἀνδρῶν ἀρίστων καί γυναικῶν μακάρων, | |
| οὓς ἐντυχόντες οἱ θερμοί τῆ καρδία | |
| μέμνησθε κἀμοὶ τῶ γεγραφότι ξένω | |
| ῥικνω Ἰωσὴφ Τενέδου θυηπόλω. | |
| Ἐν ἔτεσι γέγραπται χιλιοντάδος | |
| διπλῆς τριάδος, σὺν τετραπλῆ δυάδι, | |
| τετράδι δεκάδος ἐφ᾽ ἅπαξ ἑβδόμης, | |
| ἧς ἡ ἐπινέμησις εἶχεν ἑβδόμη |
Last modified: 2025-03-26.
