| Ὦ τριὰς τρισάναρχε π(άτε)ρ υἱὲ καὶ πν(εῦμ)α, | |
| σκέπε φρούρει φύλαττε τοὺς τρεῖς δακτίλους, | |
| τοὺς ἐκ πόθου γράψαντος τούτους τοὺς λόγους, | |
| καὶ λύτρωσαι και ρὕσαι μας πυρὸς γὰρ τοῦ ἁσβέστου | |
| τοῦ ἀκοιμήτου σκόληκος καὶ σκότος καὶ ταρτάρου. | |
| ἔχοις γὰρ σοὶ πρεσβεύοντας τὰ πλήθη τῶν ἀγγέλων | |
| πανάρχρανται πανάμωμε καὶ μ(ήτ)ηρ τοῦ Κ(υρίο)υ | |
| καὶ θρόνε παμμπυρίμορφε Χ(ριστο)ῦ τοῦ βασιλέως | |
| καὶ πλατυτέρα οὐ(ρα)νοῦ καὶ γῆς καὶ τῆς θαλάσσης | |
| καὶ ὄντως θεομήτορα κυρίως Θ(εοτό)κον, | |
| τὸν πρόδρομον τῆς χάριτος καὶ μύστην τοῦ σ(ωτῆ)ρ(ο)ς | |
| τὸν βαπτιστὴν καὶ θαυμαστὸν ἐν ὅλοις τοῖς προφήταις | |
| τὴν δωδεκάδα τῶν χορῶν καὶ θείων ἀποστόλων, | |
| τοὺς ἱεράρχας τοῦ Χ(ριστο)ῦ καί θείους διδασκάλους, | |
| σὺν τοῖς ὁσίοις ἅπασιν ὑμνήσωμεν συμφόνως | |
| τοὺς μάρτυρας τοὺς θαυμαστοὺς πάσης τοῖς οἰκομένης | |
| καὶ συν ιερομάρτυσι καὶ γυναικῶν μαρτύρων, | |
| δεόμεθα νῦν ἐκτενὸς τοῦ σώζειν ἡμᾶς πάντας. |
Last modified: 2013-11-28.
