Type 4345
(formerly typ/2441)
Θείου νοητοῦ ἄνθρακας πυρὸς φέρω | |
Καταφλέγοντας δαιμόνων παντευχείαν | |
Κρυμῶν λύοντας ψυχικῶν παθημάτων | |
Ὠθοῦντας ἀχλὺν ἀπρεπῶν νοημάτων | |
Καὶ φῶς βροτείαν ἐντιθέντας καρδίας | |
Μηναίων γὰρ εἰμὶ γράμμα, εἰς κεχριμένος φίλαι | |
Μνήσθητι κἀμοῦ, ὁ ταύτα ἐντυγχάνων | |
Ἱακώβου πλήμωνι, καὶ λαουτρόπω | |
Ὅπως τύχοιμι ψυχικῆς σωτηρίας | |
Ἐν τῆ φοβερὰ ἐτάσεως ἡμέρα | |
Ὅταν ὁ Χριστὸς ἥξει, τοῦ κρίναι πάντας | |
Χριστὲ παράσχοι, τῶ κτησαμένῳ χάριν | |
Ὁφλημάτων λύτρωσιν τῶ γεγραφότι | |
Τῶ ἀναγινώσκοντι ἔλλαμψιν θείαν | |
Ἡ χεὶρ μὲν ἡ γράψασα σάπη τῷ τάφῳ | |
Ἡ γραφὴ δὲ μένη εἰς αἰῶνας ἀπεράντους | |
Ὥσπερ ξένοι χαίροντες ἱδεῖν πατρίδα | |
Οὕτως καὶ οἱ γράφοντες βιβλίου τέλος | |
Ἄνακτε Χριστὲ πατροκόλπιον φάος | |
Μήδων τοῦ πατρὸς, καὶ πρύτανι τῶν ὅλων: | |
Σὲ ἐκδυσωπῶ τὸν πανακτὶ δυνάμει | |
Σκέπε φρούρει φύλαττε τὸν σὸν οἱκέτην | |
Τὸν καὶ ξίσαντα τὴν θείαν δέλτον ταύτην | |
Ὁ τὴνδὲ κρατῶν δέλτον πάτερ, καὶ τὰς ἐν αὐτῆ λιτὰς | |
Καὶ εὐχὰς πρὸς φέρων τῶ δεσπότη | |
Μέμνησο κἀμοῦ, τοῦ γράψαντος συνάμα χρωμένῳ | |
Τὸ τέρμα δεδορκῶς, τῶν τῆσδε βίβλου: | |
Γεγηθα λιτὰς ἀναπέμψαι, Χριστῷ τῷ τελεστῇ, τῶν | |
Ἀγαθῶν πάντων: + |
Last modified: 2020-08-10.