| Ὦ φιλάγαθε παρθένε Θεοτόκε + | |
| ἡ μεσίτρια τῶν ἐπταισμένων πάντων | |
| καὶ ἁμαρτωλῶν ἐγγυητὴς καὶ σκέπη, | |
| καὶ προστασία τῶν θλιβωμένων. | |
| Σὺ οὖν πάναγνε πανύμνητε παρθένε, | |
| ἡ τὸν θεολόγον τεκοῦσα κατὰ σάρκα | |
| + σκέπε + φρούρει φύλαττε τὸν ἄνακτα Παρθένε + | |
| τὸν θεόσεπτον Παλαιολόγον δοῦκαν + | |
| καὶ Κομνηνόν τε Ἀνδρόνικον τὸν πάννυ | |
| καὶ Ἄννην σὺν τοῖς αὐτῶν τε κλάδοις + | |
| Πορφυρογενῆ στελέχει φυλασσομένοις + | |
| τὸν δέ γε θύτην καὶ τῶν ἡμῶν ποιμένα | |
| τῆς Κωνσταντίνου Ἰωάννην τε σκέπε + | |
| δώρησαι αὐτοῖς καὶ χρόνους ἀπεράντους + | |
| εὐζωΐα τε καὶ ἡρέμῳ τῷ βίῳ + | |
| ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας. |
Last modified: 2025-04-30.
