Type 37396
| Ψαλμῶν ὁ πρῶτος πρῶτον ἐν θεῷ λέγει | |
| τὸν φαῦλα μὲν φεύγοντα, χρηστῶν δ’ ἐργάτην. | |
| Ὁ δεύτερος δὲ τῶν ἐθνῶν τὴν μωρίαν | |
| σαφῶς παριστᾷ καὶ τὸν Ἑβραίων φθόνον, | |
| πάθος τε Χριστοῦ καὶ βασιλείας κράτος. | |
| Ἐν συμφοραῖς χρὴ πρὸς θεὸν βλέπειν μόνον, | |
| ὃς οἶδε σῴζειν· τοῦτο δηλοῖ δ’ ὁ τρίτος. | |
| Ὁ δ’ οὖν τέταρτος πάντας ὑμνεῖν προτρέπει | |
| τὸν ἐκ φθορᾶς σῴσαντα τὰ βροτῶν γένη. | |
| Ὁ πέμπτος ὅνπερ κλῆρον ἐκζητεῖν δέον | |
| τὸν εὐσεβοῦντα νουθετεῖ σοφωτάτως. | |
| Ἕκτος τὸ φρικτὸν τῆς τελευταίας δίκης | |
| πείθει τρέμοντας ἐκ κακῶν ἐπιστρέφειν. | |
| Τοῖς μὴ δικαίοις ἕβδομος τὰς ἐν δίκῃ | |
| ἀρὰς προφαίνει, τοῖς δὲ δικαίοις κλέος. | |
| Ἐκκλησιῶν πρόρρησιν ὄγδοος φέρει | |
| πῆξιν λαβουσῶν δεσπότου θείῳ λύθρῳ. | |
| Σαρκώσεως ἔννατος ἄρρητον λόγον | |
| θεοῦ προδηλοῖ καὶ βάθος μυστηρίου. | |
| Τὸν πρὸς θεὸν φεύγοντα τὴν φρικτὴν κρίσιν | |
| δηλοῖ δέκατος μηδαμῶς δεδοικέναι. | |
| Τὸν αὐτὸν οὗτος τῷ προγραφέντι τρόπον | |
| κριτὴν δίκαιον ἐκδιδάσκει τὸν λόγον. | |
| Ὁ δωδέκατος ἐκ παθῶν Χριστοῦ γένει | |
| βροτῶν ἀρίστην προγράφει σωτηρίαν. | |
| Πλάνην παλαιὰν ἦλθε δαιμόνων λύων | |
| σαρκὶ βροτείᾳ Χριστὸς ἐσχάτοις χρόνοις. | |
| Ὁ ψαλμός ἐστιν ἀκριβοῦς βίου τύπος, | |
| καθ’ ὃν βιούς τις θεῖον οἰκήσει δόμον. | |
| Στηλογραφεῖται τῷ τροπαιούχῳ λόγῳ | |
| τρόπαιον ὧδε τοῦ κατ’ ἐχθίστων κράτους. | |
| Εὐχὴ πρέπουσα τοῖς δικαίοις ἐνθάδε, | |
| τὸν δημιουργὸν φρουρὸν ἐξαιτουμένoις. | |
| Ὁ τῆς ἐνέδρας τῶν πονηρῶν δαιμόνων | |
| ῥυσθεὶς ἀνυμνεῖ τὸν λυτρωτὴν ἐκ πόθου. | |
| Ἀποστόλων κήρυγμα τὴν οἰκουμένην | |
| Χριστὸν διδάσκει δημιουργὸν εἰδέναι. | |
| Εὐεργὸς εὐχὴ τοῖς θεῷ πεποιθόσιν | |
| ἐξ εὐσεβούντων συμμαχούντων ἐν λόγοις. | |
| Ὁ ψαλμὸς οἶδε τὸν θεῷ πεπεισμένον | |
| βασιλέα κράτιστον, ᾧ θεῖον κράτος | |
| αἰτεῖ δοθῆναι καὶ φυλάττεσθαι βλάβης. | |
| Ἑωθινὰς ἤστραψεν αὐγὰς ἐν βίῳ | |
| τὸ φῶς ὁ Χριστός, προσπαγεὶς ξύλῳ θέλων. | |
| Τὸ τῶν νοητῶν θρεμμάτων καλεῖ στῖφος | |
| τὸν καλὸν εἰς τήρησιν αὐτοῖς ποιμένα. | |
| Εἰς οὐρανοὺς ὕψωσιν ὁ ψαλμὸς λέγει | |
| Χριστοῦ παθόντος καὶ βροτοὺς σεσωκότος. | |
| Οἵαν προσευχὴν προσφέρειν θεῷ θέμις | |
| ἐκ καρδίας κράζοντα τὸν πιστὸν νόει. | |
| Θεῷ προκόπτων, ᾄδε θαρρῶν προσφόρως | |
| ὡς ἐμμελῆ σοι τήνδε τὴν μελῳδίαν. | |
| Ὁ φῶς τὸ θεῖον προσλαβὼν ἐν καρδίᾳ | |
| μὴ δὴ φοβείσθω τὸν σκότους ἀρχηγέτην. | |
| Δέησις ὧδε σὺν προφητείᾳ λόγων | |
| τῶν τὴν ἀπάτην ἐκλιπόντων τοῦ βίου. | |
| Τῆς ἐξόδου μέλισμα, δηλοῦν ἐξόδου | |
| ἀεὶ μεμνῆσθαι τῆς ἀπ’ εἰδώλων πλάνης. | |
| Οἱ καινὸς οἶκος καινότητι δογμάτων | |
| δειχθέντες ὕμνους προσφέρουσι τῷ λόγῳ. | |
| Τοὺς ἐκ κακῶν ἐκστάντας εἰς ὀρθὸν βίον | |
| ᾄδειν προσήκει ταῦτα σὺν προθυμίᾳ. | |
| Ζηλωτὸς ὅστις εὗρε λύτρον πταισμάτων | |
| καλῶς μεταγνοὺς καὶ καθαρθεὶς ἀξίως. | |
| Ὁ ψαλμὸς ᾄδειν τῷ θεῷ σὺν κιθάρᾳ | |
| τοὺς εὐαρεστήσαντας αὐτῷ προτρέπει. | |
| Μεταλλαγεὶς ἐκ πράξεων ἐναντίων, | |
| ἀπαλλαγὴν τάχιστα λήψῃ σφαλμάτων | |
| καὶ τὸν λυτρωτὴν εὐλογήσεις δεσπότην. | |
| Λῃσταῖς νοητοῖς ἐμπεσών, θεὸν κάλει | |
| καὶ τοῖς ὅπλοις σώσει σε τοῦ σωτηρίου. | |
| Ἔλεγχος ὧδε δυσσεβῶν χριστοκτόνων | |
| καὶ τοῦ προδόντος αἷμα σεπτὸν δεσπότου. | |
| Τὸν τῶν πονηρῶν μὴ παραζήλου βίον, | |
| ζήλου δὲ χρηστῶν καὶ βίον καὶ τὸν τρόπον. | |
| Θυμὸν δίκαιον δεσπότου παροργίσας, | |
| πένθησον ὡς χρὴ καὶ τάχει τοῦτον σβέσεις. | |
| Τὴν εὐτέλειαν τῆς βροτείας οὐσίας | |
| τρανῶς παριστᾷ τοῦδε τοῦ ψαλμοῦ μέλος. | |
| Ὁ καρτερήσας καὶ λυτρωθεὶς ἐκ πόνων | |
| ὡς εἰσακουσθεὶς εὐχαριστεῖ κυρίῳ. | |
| Ὁ σὰρξ παγείς, πένης τε καὶ πτωχὸς θέλων | |
| ὀφθείς, Ἰούδαν ἐξελέγχει τῷ λόγῳ. | |
| Τοὺς τὸν θεὸν διψῶντας ἐκ φλογὸς πλάνης | |
| προσῆκόν ἐστι τόνδε τὸν ψαλμὸν λέγειν. | |
| Ἐχθρῶν πονηρῶν δαιμόνων τυραννίδος | |
| αἰτεῖ λύτρωσιν πᾶς ὁ πιστὸς κυρίῳ. | |
| Οἱ πρὸς θεὸν φεύγοντες ὡς μεμνημένοι | |
| τεραστίων τούτου γε μέλπουσιν τάδε. | |
| Ὁ Χριστός ἐστι χρηστός, ἠγαπημένος, | |
| ὡραῖος ἐν κάλλει τε καὶ θεοῦ λόγος, | |
| ὅπερ τὸ πανσέβαστον ἐμφαίνει μέλος. | |
| Ἀποστόλων κήρυγμα καὶ μυστηρίων | |
| δήλωσις ἁγνῶν, οἷς σεσώσμεθα πλάνης. | |
| Ὑμνεῖν ἔθνη σύμπαντα σὺν θείοις κρότοις | |
| τὸν δεσπότην νῦν ὁ προφήτης προτρέπει. | |
| Ἐκκλησίας κήρυξις ἢ τῆς ἐσχάτης | |
| ἐγέρσεως ἢ παῦσίς ἐστι πραγμάτων· | |
| τὸ σάββατον γὰρ παῦσιν οἶδα μηνύον. | |
| Εἰς τὴν δικαίαν καὶ μόνην θεοῦ κρίσιν | |
| ἁπαξάπαντας συγκαλεῖ θεῖος λόγος. | |
| Ὁρῶν ἐναργῶς τὴν τελευταίαν κρίσιν, | |
| φρίττω τὸ φρικτὸν ὧδε τοῦ κριτηρίου. | |
| Ἐγκλημάτων ἄβυσσον ἐκδῦναι θέλων. | |
| νήψας, ἄβυσσον ἔκχεον τῶν δακρυῶν· | |
| εὐσπλαγχνίας ἄβυσσον εἰδὼς κυρίου. | |
| ἀφ᾿ οὗ καθαρθεὶς πνεύματος λάβοις χάριν· | |
| Καταδρομὴ πρόδηλος ἐχθροῦ μανίας | |
| ἐν ταῖς καθ’ ἡμῶν μηχαναῖς καυχωμένου. | |
| Τῶν δυσσεβῶν ἄνοιαν οὐ δεδεγμένων | |
| ἐλθόντα Χριστὸν ψαλμὸς οὗτος προγράφει. | |
| Ἀνδρὸς προσευχὴ πρὸς μάχην ἀλλοτρίων | |
| ἐχθρῶν, καλοῦντος σύμμαχον τὸν δεσπότην. | |
| Σκιαγραφεῖται τῶν παθημάτων τύπος | |
| ἐνταῦθα Χριστοῦ, καὶ διδάσκεται τύπος | |
| εὐχῆς δικαίας τοῖς ἀποστᾶσι βίου. | |
| Τῶν δυσμενῶν ῥυσθεὶς δίκαιος εὐλόγως | |
| νῦν εὐχαριστεῖ τῷ καλῶς σεσωκότι. | |
| Τὸν νοῦν πτερώσας εἰς φυγήν τις τοῦ βίου | |
| θείαις πτέρυξι συγκαλύπτεσθαι θέλoι. | |
| Ψήφους δικαίας ἐν δίκαις, δικασπόλοι, | |
| ποιεῖσθε, συμπλέκοντες οὐδαμῶς δίκας, | |
| κρίσιν δικαίαν τοῦ θεοῦ δεδοικότες. | |
| Θεῷ προσελθών, μὴ διαφθείρῃς ὅλως, | |
| ἕως τέλους δὲ τοῦτον αἴτει προστάτην. | |
| Καθεῖλες ἡμᾶς ὡς ἀπωσμένους, λόγε, | |
| ἀλλ’ ἠλέησας σὴν δεδεγμένους χάριν· | |
| βοῶσι ταῦτα πάντες οἱ σεσωσμένοι. | |
| Ὁ ψαλμὸς ἐθνῶν κλῆσιν εἰς σωτηρίαν | |
| τοὺς ἐκβόλους τε τῶν Ἰουδαίων λέγει. | |
| Θείαις ὑπείκων προσταγαῖς ἑκουσίως, | |
| σωτηριώδη τὴν παραψυχὴν λάβοις. | |
| Ὁ τῆς ἀγνοίας νύκτα φεύγων ἐμφρόνως, | |
| ὡς ὄρθρον εὑρὼν τὸν νοητὸν ᾀδέτω | |
| ψαλμοῦ τὸ θεῖον ἐμμελέστατον μέλος. | |
| Ἄθλοις ἐνιδρῶν καὶ πόνοις τις ἐνθέοις | |
| θεὸν συνεργὸν προκαλείσθω τῶν πόνων. | |
| Εἰς πίστιν εὐθὺ κόσμος ἐξ ἀπιστίας | |
| μεθίσταταί τε καὶ κροτεῖ θείους κρότους. | |
| Χαίρειν ἐγέρσει δεσπότου θεοῦ θέμις | |
| καὶ συγκαλεῖν ἅπαντας εἰς εὐφημίαν. | |
| Ἀποστόλων κήρυγμα πρὸς σωτηρίαν | |
| ἐθνῶν καλούντων τὸν θεὸν καὶ δεσπότην. | |
| Τοὺς πᾶσαν ἄρδην τὸ πρὶν ἀνθρώπων φύσιν | |
| ὀλλύντας ἐχθροὺς Χριστὸς ἰσχύος κράτει | |
| παθῶν διεσκόρπισεν ὡς θεὸς μόνος. | |
| Τὸν ἐμπεσόντα συμφορῶν δεινῶν σάλῳ | |
| ὁ ψαλμὸς αἰτεῖν ἐκδιδάσκει τὴν λύσιν | |
| ἐκ τοῦ μόνου σῴζοντος οἷς οἶδε τρόποις. | |
| Κατώδυνος πᾶς ἐν κακοῖς ὢν κραζέτω· | |
| πρόσχες, βοηθὲ καὶ λυτρωτά, Χριστέ μου. | |
| Ἐπιστρέφουσιν ἐκ μακρᾶς πονηρίας | |
| ἐλπὶς βεβαία Χριστός ἐστι καὶ σκέπη. | |
| Εἰρηνικὸς τίς ἄλλος ἢ Χριστὸς μόνος, | |
| βροτοὺς συνάψας τάξεσι τῶν ἀγγέλων; | |
| Τὸ μακρόθυμον τοῦ θεοῦ θαυμαστέον, | |
| ὃς τοῖς βεβήλοις οὐ παρευθὺ προσνέμει | |
| τιμωρίαν, ἔστι δὲ χρηστὸς εὐθέσιν. | |
| Ἐξουθενημένος τις, οἰκεῖος θέλων | |
| θεῷ γενέσθαι, τοῦτο μελπέτω μέλος. | |
| Πρόσχες σεαυτῷ, μὴ διαφθείρῃς τέλει | |
| καὶ συμφθαρήσῃ φθαρτικαῖς ἐργασίαις· | |
| παραίνεσίς σοι ταῦτα πρὸς τὸ συμφέρον. | |
| Ἀσσυρίου πέπτωκε τοῦ κεκρυμμένου | |
| ἰσχύς, κρατίστῳ δεσπότου Χριστοῦ σθένει, | |
| οὗ κλῆσις ὀρθὴ πᾶσιν ὠνομασμένη. | |
| Φωνὴ βοῶντος ἐν στεναγμοῖς καρδίας | |
| τοῖς ὠσὶν εὐπρόσδεκτός ἐστι κυρίου. | |
| Λαὸν ἑὸν κέλεται λόγος εὐνομίῃ συνέσει τε | |
| εὐφραδέως νόμον ἐσθλὸν ἐνὶ κραδίῃσι δεδέχθαι· | |
| λώϊον ὧδε γὰρ ἕρδειν ἡμέας ἠὲ θεοῖο | |
| οὐ πινυτῇσι φρέσιν τεράτων ἐπιπάγχυ λαθέσθαι. | |
| Ἔθνη πονηρὰ κλῆρον ἁγνὸν σόν, λόγε, | |
| δεινῶς ἐλυμήναντο· σῶσον οὖν τάχει | |
| τὸ ποίμνιόν σου· σὸς λεὼς κράζει τάδε. | |
| Δέησις ὧδε πεπλανημένων πάλαι, | |
| νῦν προσφευγόντων τῇ θεοῦ μόνῃ σκέπῃ, | |
| ὁδηγὸν αὐτὸν πᾶσι προσκαλουμένων. | |
| Οἶνον νοητὸν οἱ δεδεγμένοι, κρότοις | |
| ἀγαλλιᾶσθε τῷ βοηθῷ δεσπότῃ. | |
| Ἄρχουσι δεινοῖς ἐγκελεύεται λόγος | |
| τῆς εὐθύτητος ἀντέχεσθαι γνησίως | |
| ὡς τοῦ θεοῦ κρίνοντος ἀξίως τάδε. | |
| Ἐχθροὺς ἀναιδεῖς γνώσεως τοῦ κυρίου | |
| ὁ ψαλμὸς αἰτεῖ συντριβῆναι ῥᾳδίως. | |
| Ληνῶν νοητῶν μηδαμῶς καταφρόνει· | |
| θεῖον γὰρ οἶνον ἡδύνοντα καρδίας | |
| ἔχουσι καὶ σῴζουσι τοὺς γεγευμένους. | |
| Πλάνης λυτρωθείς, εὐδοκήσαντος λόγου, | |
| ὁ πιστὸς αἰτεῖ καὶ πάλιν σωτηρίαν. | |
| Τοῖς ἀσθενοῦσιν ἡ προσευχὴ συμπρέπει, | |
| καὶ τῷ βροτῷ δὲ καὶ θεῷ λόγῳ πρέπει. | |
| Τὴν ἀσφάλειαν πίστεως τῆς ἐνθέου | |
| ὁ ψαλμός οἶδεν, ἣν ἀποστόλων λόγοις | |
| ἥδρασε Χριστὸς ὡς ὀρῶν στερρῷ κράτει. | |
| Πάθη τὰ Χριστοῦ καὶ ταφὴν ζωηφόρον | |
| ἐνταῦθα γνώσῃ προγράφοντα τὸν λόγον. | |
| Ἐκ Δαυῒδ ἐβλάστησε Χριστός, ὡς μέλος | |
| τοῦτο προδηλοῖ, γηγενῶν σῴζων γένος, | |
| ἀρχαῖον οἶκτον συμπαθείας ἐκχέων. | |
| Ἀρχὴν ἄναρχον δημιουργοῦ μηνύων | |
| ὁ ψαλμὸς αἰτεῖ τοῦδε τὴν εὐσπλαγχνίαν. | |
| Οἶκον σεαυτὸν θεῖον ἐξειργασμένος, | |
| θείᾳ κατοικήσειας ὑψίστου σκέπῃ. | |
| Ὡς κρεῖττον οὐδέν ἐστι τῆς σεβασμίας | |
| ἀκηράτου τε λήξεως, ὡς τοῦτό γε | |
| σαφῶς διδάσκει κλῆσις ἡ τοῦ σαββάτου. | |
| Ὁ παμβασιλεὺς σαρκικῇ παρουσίᾳ | |
| ὤφθη βασιλεὺς εὐπρεπής, ἐζωσμένος | |
| κράτος κατ’ ἐχθρῶν, ἐξαναστὰς τοῦ τάφου. | |
| Τὸ πλάσμα χειρῶν τῶν ἑαυτοῦ δεσπότης | |
| νῦν ἐκδικήσων ἦλθε σὺν παρρησίᾳ | |
| καὶ συγκαθεῖλε πᾶσαν ἰσχὺν δαιμόνων. | |
| Πάντων ἀπογνοὺς πρὸς θεὸν μόνον βλέπε, | |
| τοῖς ἐκλεκτοῖς τοῦ συγχόρευε κυρίου, | |
| κἂν οἱ πλάνοι θέλωσι μὴ ποιεῖν τάδε. | |
| Ἀγαλλιάσθω πᾶσα γῆ θυμηδίᾳ, | |
| Χριστοῦ βασιλεύσαντος ἐν γῇ καὶ κρίσει | |
| φρικτῇ τελευταίᾳ τε τοὺς ἐναντίους | |
| τεφροῦντος ἄρδην ἐμπύρῳ τιμωρίᾳ. | |
| Τὸ καινὸν ᾆσμα καινὸς ὄχλος ᾀδέτω | |
| θαυμαστὰ ποιήσαντι θαυμαστῷ λόγῳ. | |
| Χριστὸς βασιλεὺς σὰρξ παγεὶς ὤφθη θέλων· | |
| χαίρειν χρεὼν οὖν, κἂν μάτην ὠργισμένοι | |
| ἐχθροί παροργίζωσι τοῦτον ἀφρόνως. | |
| Ἅπας κροτείτω πιστὸς εὐσεβοφρόνως, | |
| τοῦ παντάνακτος δοῦλος ὀφθεὶς κυρίου. | |
| Ὁ τὸν ἀριθμὸν τὸν τέλειον μηνύων | |
| ψαλμός, τελειοῖ τὸν τέλειον τοῖς τρόποις | |
| ὅπως βιοῦν χρὴ τοὺς ἐν ἀρχῇ δεικνύων. | |
| Οὗτος δὲ πόρρω τὴν κακῶν ἀκηδίαν | |
| βάλλων δίδωσι τὴν θεοῦ θυμηδίαν. | |
| Εἴ σοι γένοιτο καιρὸς εὐχαριστίας | |
| ψυχῇ μελῴδει καὶ μέλος ποιοῦ τόδε· | |
| καὶ γὰρ διδάσκει τὸν θεοῦ θεῖον φόβον. | |
| Τὸν τῶν ὅλων πρύτανιν εἰ μαθεῖν θέλεις, | |
| ὡς νουνεχὴς δίελϑε τὸ ψαλμοῦ μέλος· | |
| ὄψει γὰρ αὐτὸν δημιουργὸν κτισμάτων. | |
| Ἔθνη πονηρὰν Ἰσραηλιτῶν φύσιν | |
| καὶ τὸν ἀληθῆ γνῶτε τοῦ θεοῦ δίκην | |
| εἰς τὴν ἐκείνων τάξιν ἐντεταγμένα. | |
| Τὰς ἔκπαλαί σου, δέσποτα, σωτηρίας | |
| τίς ἐκλαλήσει; Καὶ γὰρ ᾠκειωμένους | |
| τὸ πρίν ἀπώσω τῶν ἀπωσμένων χάριν. | |
| Αἰνεῖτε πάντες, οἷς ἐνεγράφη λόγος | |
| ὁ τοῦ πατρὸς σύμμορφος, ἐκ παντὸς τόπου | |
| συνηγμένοι, δέχεσθε τὴν αὐτοῦ χάριν. | |
| Ἕτοιμον εἶναι δεῖν πρὸς ᾠδὰς κυρίου | |
| Δαυῒδ παραινεῖ καὶ σοφίζει καρδίας. | |
| Πάθη τὰ Χριστοῦ καὶ φθόνον γραμματέων | |
| καὶ σκαιότητα τοῦ μαθητοῦ καὶ φίλου | |
| ὁ ψαλμός οὗτος ἀκριβῶς προμηνύει. | |
| Διδάσκομαι γέννησιν ἄφραστον, λόγε, | |
| τὴν σήν, τόκον τε τῶν χρόνων ἐπ’ ἐσχάτων, | |
| καὶ πτῶσιν ἐχθρῶν καὶ μεταλλαγὴν βίου. | |
| Αἰνεῖν τὸν ὄντως ὄντα καὶ πίστει σέβειν, | |
| τὸν ψαλμὸν ἴσθι τοῦτον ὀτρύνοντά σε. | |
| Ὁ σφόδρα χαίρων ἐντολαῖς τοῦ κυρίου | |
| πάσης ἀληθῶς τεύξεται θυμηδίας | |
| καὶ δόξαν ἕξει καὶ καλῶν μετουσίαν. | |
| Λαοῦ νέου κλῆσίν τε καὶ σωτηρίαν | |
| καὶ τῶν κακῶν λύτρωσιν ὁ ψαλμὸς λέγει. | |
| Τὸν Ἰσραὴλ φυγόντα τῶν Αἰγυπτίων | |
| τὴν δυσσέβειαν ψαλμὸς οὗτος προγράφει. | |
| Ῥύστην ταπεινῶν καὶ φύλακα νηπίων | |
| οἴκτου τε πηγὴν οἶδε πᾶς σε, Χριστέ μου, | |
| ὃς εὐαρεστεῖν ἠξιώθη σοὶ μόνῳ. | |
| Δῆλον πέφυκε πᾶσι τὸ πρόγραμμά μου· | |
| αἰνεῖν γὰρ ὕμνοις τὸν θεὸν πρέπειν λέγω. | |
| Κἀγὼ τὸν αὐτὸν ὡς ἔχων τῷ πλησίον | |
| σκοπὸν γεραίρειν προτρέπω τὸν δεσπότην. | |
| Οὐ μὴν ἐγώ τι τῶν σύνεγγύς μοι ξένον | |
| λέγω, τὰ δ’ αὐτὰ καὶ παρωμοιωμένα. | |
| Ὄλβιος ὃς μελιηδέα τήνδε ἀείσοι ἀοιδήν, | |
| νωλεμέως φιλέων ἐνὶ θυμῷ θέσκελα ἔργα, | |
| οὐρανίου βιότοιο ἐρῶν ἠδ’ αἴσιμα ῥέζων, | |
| νώνυμον ἐκ καρδίης ἐθέλων ἐλάαν. | |
| Τοὺς ἀναβαθμοὺς κλίμακας πρὸς τὰς στίβους | |
| τὰς ἐνθέους γίνωσκε, καὶ σῴζοιό μοι. | |
| Ὅσον τὸ κέρδος θλίψεως ἐκ καρδίας· | |
| ὁμοῦ γὰρ αἰτεῖν καὶ τυχεῖν ἔξεστί σοι. | |
| Εἰς ὕψος ἀρθεὶς ἀρετῶν ὄρους ἴδοις | |
| τὸν παντεπόπτην σύμμαχόν σοι ῥᾳδίως· | |
| τῶν ἀναβαθμῶν δεύτερος λέγει τάδε. | |
| Τῶν προσκαλουμένων σε πρὸς τοὺς ἐνθέους | |
| οἴκους ἀκούσας, χαρμονῆς πλησθεὶς τρέχε· | |
| τῶν ἀναβαθμῶν ὁ τρίτος σε πειθέτω. | |
| Ψυχῆς ἐπάρας ὄμματα πρὸς δεσπότην | |
| τοὺς οὐρανοὺς οἰκοῦντα, τοῦτον ἐν τάχει | |
| ἕξεις βοηθόν, ψαλμὸς οὗτός σοι λέγει. | |
| Τῶν ἀναβαθμῶν πέμπτος εὐχαριστίας | |
| τρόπους διδάσκει τὸν καλῶς σεσωσμένον. | |
| Σιὼν ὄρος γίνωσκε τοὺς πεποιθότας | |
| θεοῦ κραταιᾷ καὶ σοφῇ παντευχίᾳ· | |
| τῶν ἀναβαθμῶν φησιν ἕκτος ταῦτά σοι. | |
| Ὁ τῆς νοητῆς αἰχμαλωσίας λόγοις | |
| θείοις λυτρωθεὶς ψαλλέτω χαίρων τάδε· | |
| τῶν ἀναβαθμῶν ἕβδομος φράζει τάδε. | |
| Εἰ μὴ θεὸς σώσειε δεινῶν, εἰς μάτην | |
| σπεύδει φυγεῖν τις τοὺς ἀνηκέστους πόνους· | |
| πάντων γὰρ αὐτὸς προστάτης τε καὶ φύλαξ· | |
| τῶν ἀναβαθμῶν ὄγδοος πέπεικέ με. | |
| Φόβον σύνοικον θεῖον ἐν τῇ καρδίᾳ | |
| ἔχων τις αἴνων τεύξεται σεβασμίων. | |
| Ταῖς ἐντολαῖς τις τοῦ θεοῦ πεφραγμένος | |
| μηδὲν πτοείσθω προσβολὰς ἐναντίων, | |
| κἂν προσβαλεῖν ὁρμῶσι τούτῳ πολλάκις. | |
| Ἐκ βαθέων κράζουσι μυχῶν καρδίας | |
| πρὸς τὸν δυνάστην, τοῦτον οἱ κατειδότες | |
| ἱλασμὸν ὄντα τοῖς κακῶς ἐπταικόσιν. | |
| Ὁ πρὸς μέγιστον ὕψος ἐκ τοῦ μετρίου | |
| φθάσας προθύμως ψαλλέτω τάδε μέλη. | |
| Ἕτοιμος ὤν τις εἰσδέχεσθαι τὸν λόγον | |
| ἥκοντα ταῦτά φησι σὺν προθυμίᾳ. | |
| Τοὺς ἐν λόγοις τε καὶ τρόποις ἡνωμένους | |
| ὁμοῦ κατοικεῖν, τερπνὸν εἴπερ ἄλλο τι. | |
| Τῶν ἀναβαθμῶν τὸν τελευταῖον νόει | |
| τρανῶς διαγράφοντα δούλους κυρίου, | |
| οὓς εὐλογεῖν ἄριστα τοῦτον προτρέπει. | |
| Ὡς χρὴ γεραίρειν τὸν θεὸν καὶ δεσπότην, | |
| ὁ ψαλμὸς οὗτος ἐκδιδάσκει τὸν τρόπον. | |
| Τοὺς ἐκ κακῶν ῥυσθέντας εὐχαριστίαις | |
| φωναῖς κεχρῆσθαι πολλαχῶς καὶ ποικίλως, | |
| δείκνυσιν ἡμῖν ὁ προφητικὸς λόγος. | |
| Ἐκ τῶν πονηρῶν πράξεων ἐπιστρέφων, | |
| τὸ σεπτὸν ᾆδε καὶ θεῖον τοῦτο μέλος. | |
| Εὐεργετηθεὶς καὶ θεοῦ μεμνημένος, | |
| τὸν ψαλμὸν ᾄσεις ἐξ ὅλης τῆς καρδίας. | |
| Ὡς τοῖς δικαίοις οὗτος ἁρμόττει λόγος, | |
| πρόδηλόν ἐστιν εὐθὺς ἐκ πρώτου στίχου. | |
| Ἐκ τῶν πονηρῶν καὶ βροτῶν καὶ δαιμόνων | |
| ἐξαιρεθῆναι πᾶς δυσωπείτω θεόν. | |
| Φωναὶ βοῶντος πρὸς θεὸν, θείοις πόνοις | |
| ἐγκαρτεροῦντος, ἀνδρὸς εὐσεβεστάτου. | |
| Ἀνδρὸς προσευχὴ καρδίαν τεθλιμμένου | |
| καὶ τὴν δέησιν ἐκχέοντος συντόνως | |
| πρὸς τὸν μόνον θέλοντα σῴζειν δεσπότην. | |
| Αὕτη δέησις καὶ πάλιν τεθλιμμένου | |
| ἐκ καρδίας τε πρὸς θεὸν κεκραγότος. | |
| Θείαν συνεργὸν δεξιὰν κεκτημένος | |
| τὸν εὐλογητὸν εὐλόγει σου δεσπότην. | |
| Ὕψιστον ὕψου, τοῦτον εὑρὼν ἐν μάχῃ | |
| νοουμένῃ πρόμαχον ἢ συνεργάτην. | |
| Τῶν ἀγγέλων ὕμνησον ὕμνον ἀξίως, | |
| ψυχή, τὸν αὐτῶν ὡς δυνατόν σοι βίον | |
| ζηλοῦσα καὶ στέργουσα καὶ μιμουμένη. | |
| Ὁ θεῖος ὕμνος οὗτος εἰς ὑμνῳδίαν | |
| δεκτὴν θεῷ σύμπαντας ἡμᾶς προτρέπει. | |
| Τὸν αἰνετόν σου δεσπότην αἴνει λόγοις, | |
| ἅπας ὁ σωθεὶς τοῦδε θείᾳ δυνάμει. | |
| Παγκόσμιος νῦν οὗτος ὕμνος κυρίῳ | |
| ἐκ τῶν ὁρατῶν καὶ νοητῶν κτισμάτων. | |
| Ὑμνεῖ τὸ καινὸν ᾆσμα πᾶς σεσωσμένος | |
| ἐν τυμπάνῳ τε καὶ σοφῷ ψαλτηρίῳ. | |
| Λοίσθιος ἐν ψαλμοῖσι διηνεκέως προφρόνως τε | |
| πάντας ὁμοῦ καλέει τὸν θεῖον ἀείδειν ὕμνον. |
Last modified: 2026-06-10.
