Occurrence 37388

Στίχοι ἐκτεθέντες ἐφ᾿ ἑνὸς ἑκάστων τῶν ψαλμῶν παρὰ τοῦ χαρτοφυλακοῦ νικήτου.
 
Ψαλμῶν ὁ πρῶτο(ς) πρῶτ(ον) ἐν θ(ε)ῶ λέγει.
τ(ὸν) φαῦλα μὲν φεύγοντα, χρηστ(ῶν) δ’ ἐργάτην.
ὁ δεύτερος (δὲ) (τῶν) ἐθν(ῶν) τ(ὴν) μωρί(αν). |
σαφ(ῶς) παριστᾷ κ(αὶ) τ(ὸν) ἑβραί(ων) φθόν(ον),
πάθο(ς) τε χ(ριστο)ῦ κ(αὶ) βασιλείας κράτο(ς)·
ἐν συμφοραῖς χρὴ πρὸς θ(εὸ)ν βλέπ(ειν) μόν(ον), |
ὃς οἶδε σῴζ(ειν)· τοῦτο δηλοῖ δ’ ὁ τρίτο(ς).
ὁ δ’ οὖν τέταρτο(ς) πάντ(ας) ὑμνεῖν προτρέπει
τ(ὸν) ἐκ φθορ(ᾶς) σώσαντα τὰ βροτ(ῶν) | γένο(ς).
ὁ πέμπτο(ς) ὅνπερ κλῆρ(ον) ἐκζητ(εῖν) δέον
τ(ὸν) εὐσεβοῦντα νουθετεῖ σοφωτάτ(ως)·
ἕκτο(ς) τὸ φρικτ(ὸν) τῆς τε|λευταί(ας) δίκης.
πείθει τρέμοντ(ας) ἐκ κακ(ῶν) ἐπιστρέφ(ειν)·
τοῖς μὴ δικαί(οις) ἕβδομο(ς) τ(ὰς) ἐν δίκῃ
ἀρ(ὰς) προφαίνει, τοῖς | δὲ δικαίοις κλέο(ς)
ἐκκλησι(ῶν) πρόρρησιν ὄγδοος φέρει·
πῆξιν λαβουσ(ῶν) δεσπότου θείω λύθρω
σαρκώσεως ἔν|νατο(ς) ἄρρητ(ον) λόγ(ον).
θ(εο)ῦ προδηλοῖ κ(αὶ) βάθο(ς) μυστηρί(ου)·
τὸν πρὸ(ς) θ(εὸ)ν φεύγοντ(α) τ(ὴν) φρικτ(ὴν) κρίσ(ιν)
δηλοῖ δέκατο(ς) μηδαμ(ῶς) | δεδοικέναι·
τ(ὸν) αὐτ(ὸν) οὗτο(ς) τ(ῶ) προγραφέντι τρόπ(ον),
κριτ(ὴν) δίκαιον ἐκδιδάσκει τ(ὸν) λόγ(ον)·
ὁ δωδέκατο(ς) ἐκ παθ(ῶν) | χ(ριστο)ῦ γένει
βροτ(ῶν) ἀρίστ(ην) προγράφει σ(ωτη)ρίαν·
πλάν(ην) παλαιὰν ἦλθε δαιμόν(ων) λύ(ων).
σαρκὶ βροτείᾳ χ(ριστὸ)ς ἐσχάτ(οις) χρό(νοις)·
ὁ ψαλμό(ς) (ἐστιν) ἀκριβοῦς βίου τύπο(ς)·
καθ’ ὃν βιοὺς τίς. θεῖον οἰκήσει δόμ(ον)
στηλογραφεῖτ(αι) τ(ῶ) τροπαιούχ(ω) | λόγ(ω)
τρόπαι(ον) ὧδε τοῦ κατ’ ἐχθίστ(ων) κράτ(ους)·
Εὐχὴ πρέπουσα τοῖς δικαί(οις) ἐνθάδε·
τὸν δημιουργ(ὸν) φρουρ(ὸν) ἐξαιτουμέν(oις)· |
ὁ τῆς ἐνέδρ(ας) τῶν πονηρ(ῶν) δαιμόν(ων)
ῥυσθεὶς, ἀνυμνεῖ τ(ὸν) λυτρωτ(ὴν) ἐκ πόθ(ου)·
ἀποστόλ(ων) κήρυγμα τ(ὴν) οἰκουμ(ένην).
χ(ριστὸ)ν | διδάσκει δημιουργ(ὸν) εἰδ(έναι)·
εὐεργὸ(ς) εὐχὴ τοῖς θ(ε)ῶ πεποιθ(όσιν)
ἐξ εὐσεβούντ(ων) συμμαχούντ(ων) ἐν λόγ(οις).
ὁ ψαλμὸ(ς) οἶδε τὸν | θ(ε)ῶ πεπεισμ(έ)ν(ον).
βασιλέα κράτιστ(ον), ᾧ θεῖον κράτο(ς)
αἰτεῖ δοθῆν(αι) κ(αὶ) φυλάττεσθ(αι) βλάβ(ης)·
ἑωθιν(ὰς) ἤστραψεν αὐγ(ὰς) ἐν βί(ω). |
Τὸ φ(ῶς) ὁ χ(ριστὸ)ς, προσπαγεὶς ξύλω θέλ(ων).
τὸ τ(ῶν) νοητ(ῶν) θρεμμάτ(ων) καλεῖ στῖφο(ς)
τ(ὸν) καλ(ὸν) εἰς τήρησιν αὐτοῖς ποιμένα·
εἰς οὐ(ρα)ν(οὺς) | ὕψωσιν ὁ ψαλμὸ(ς) λέγει
χ(ριστο)ῦ παθόντο(ς) κ(αὶ) βροτ(οὺς) σεσωκότο(ς)·
οἵ(αν) προ(σ)ευχ(ὴν) προ(σ)φέρ(ειν) θ(ε)ῶ θέμις.
ἐκ καρδίας κράζοντα τ(ὸν) | πιστ(ὸν) νόει·
θ(ε)ῶ προκόπτ(ων) ᾄδε θαρρ(ῶν) προσφόρ(ως)
ὡς ἐμμελῆ σοι τ(ήν)δε τ(ὴν) μελωδί(αν)·
ὁ φῶς τὸ θεῖον προσλαβ(ὼν) ἐν | καρδίᾳ.
μὴ δὴ φοβείσθ(ω) τ(ὸν) σκότους ἀρχηγέτ(ην)·
δέησις ὧδε σὺν προφητείᾳ λόγ(ων)
τ(ῶν) τ(ὴν) ἀπάτ(ην) ἐκλιπόντ(ων) τ(οῦ) βί(ου)·
τῆς ἐξόδου μέλισμα δηλοῦν ἐξόδου.
ἀεὶ μεμνῆσ(θαι) τῆς ἀπ’ εἰδώλ(ων) πλάνης·
οἱ καινὸ(ς) οἶκο(ς) καινότητ(ι) | δογμάτ(ων).
δειχθέντ(ες) ὕμνους προσφέρουσι τ(ῶ) λόγ(ω)·
τοὺς ἐκ κακῶν ἐκστάντ(ας) εἰς ὀρθ(ὸν) βί(ον).
ᾄδ(ειν) προσήκει ταῦτα σὺν | προθυμίᾳ.
ζηλωτὸ(ς) ὅστ(ις) εὗρε λύτρ(ον) πταισμάτ(ων)
καλ(ῶς) μεταγνοὺς κ(αὶ) καθαρθεὶς ἀξί(ως)·
ὁ ψαλμὸ(ς) ᾄδ(ειν) τ(ῶ) θ(ε)ῶ σὺν κιθάρα.
τοὺς εὐαρεστήσαντ(ας) αὐτ(ῶ) προτρέπει·
μεταλλαγεὶς ἐκ πράξεων ἐναντί(ων),
ἀπαλλαγ(ὴν) τάχιστα λήψῃ σφαλ|μάτ(ων)
κ(αὶ) τ(ὸν) λυτρωτ(ὴν) εὐλογήσεις δεσπότ(ην).
λῃσταῖς νοητοῖς ἐμπεσ(ών), θε(ὸν) κάλει.
κ(αὶ) τ(οῖς) ὅπλ(οις) σώσει σε τοῦ σωτηρίου· |
ἔλεγχος ὧδε δυσσεβ(ῶν) χριστοκτόν(ων)
κ(αὶ) τοῦ προδόντο(ς) αἷμα σεπτ(ὸν) δεσπότ(ου)·
τ(ὸν) τ(ῶν) πονηρῶν μὴ παραζήλου βί(ον). |
ζήλου (δὲ) χρηστ(ῶν) κ(αὶ) βί(ον) κ(αὶ) τ(ὸν) τρόπ(ον)·
θυμ(ὸν) δίκαι(ον) δεσπότου παροργίσ(ας).
πένθησ(ον) ὡς χρὴ κ(αὶ) τάχει τοῦτ(ον) σβέσεις· |
τ(ὴν) εὐτέλειαν τῆς βροτεί(ας) οὐσί(ας)
τραν(ῶς) παριστᾷ τοῦδε τοῦ ψαλμοῦ μέλο(ς)·
ὁ καρτερήσ(ας) κ(αὶ) λυτρωθεὶς | ἐκ πόν(ων).
ὡς εἰσακουσθεὶς. εὐχαριστεῖ κ(υρί)ω.
ὁ σὰρξ παγείς· πένης τε κ(αὶ) πτωχὸ(ς) θέλ(ων)
ὀφθείς, ἰούδαν ἐξελέγχει | Τῶ λόγω·
τοὺς τ(ὸν) θ(εὸ)ν διψῶντ(ας) ἐκ φλογὸς πλάν(ης).
προσῆκ(όν) (ἐστι) τ(όν)δε τ(ὸν) ψαλμ(ὸν) λέγ(ειν).
ἐχθρ(ῶν) πονηρ(ῶν) δαι|μόνων τυραννίδο(ς).
αἰτεῖ λύτρωσιν πᾶς ὁ πιστὸ(ς) κ(υρί)ω·
οἱ πρὸς θ(εὸ)ν φεύγοντ(ες) ὡς μεμνημένοι
τεραστί(ων) τούτου | γε μέλπουσι(ν) τάδε·
ὁ χριστό(ς) (ἐστι) χρηστὸ(ς), ἠγαπημ(έν)ο(ς),
ὡραῖο(ς) ἐν κάλλει τε κ(αὶ) θ(εο)ῦ λόγο(ς).
ὅπερ τὸ πανσέβαστον | ἐμφαίνει μέλο(ς)·
ἀποστόλ(ων) κήρυγμα κ(αὶ) μυστηρί(ων)
δήλωσις ἁγν(ῶν), οἷς σεσώσμεθ(α) πλάν(ης)·
ὑμν(εῖν) ἔθνη | Σύμπαντα σὺν θείοις κρότοις.
τ(ὸν) δεσπότ(ην) νῦν ὁ προφήτης προτρέπει·
ἐκκλησίας κήρυξις ἢ τῆς | ἐσχάτ(ης)·
ἐγέρσεως. ἢ παῦσις (ἐστὶ) πραγμάτ(ων)·
τὸ σάββατ(ον) γ(ὰρ) παῦσ(ιν) οἶδα μηνύον·
εἰς τ(ὴν) δικαίαν κ(αὶ) μόν(ην) θ(εο)ῦ | κρίσιν.
ἁπαξάπαντ(ας) συγκαλεῖ θεῖος λόγο(ς)·
ὁρῶν ἐναργ(ῶς) τ(ὴν) τελευταίαν κρίσ(ιν),
φρίττω τὸ φρικτ(ὸν) | ὧδε τ(οῦ) κριτηρίου·
ἐγκλημάτων ἄβυσσ(ον) ἐκδύναι θέλ(ων).
νήψ(ας). ἄβυσσ(ον) ἔκχε(ον) τ(ῶν) δακρυ(ῶν)·
εὐσπλαγχνίας | ἄβυσσ(ον) εἰδ(ὼς) κ(υρίο)υ.
ἀφ᾿ οὗ κ(α)θαρθεὶς. πν(εύματο)ς λάβοις χάρ(ιν)·
κ(α)ταδρομὴ πρόδηλο(ς) ἐχθροῦ μανί(ας).
ἐν ταῖς κα|θ’ ἡμῶ(ν) μηχαναῖς καυχωμ(έ)ν(ου)·
τ(ῶν) δυσσεβ(ῶν) ἄνοιαν οὐ δεδεγμ(έ)ν(ων).
ἐλθόντα χ(ριστὸ)ν ψαλμὸ(ς) οὗτο(ς) προγράφει·
ἀνδρὸ(ς) προσευχὴ. πρὸ(ς) μάχ(ην) ἀλλοτρί(ων).
ἐχθρ(ῶν), καλοῦντο(ς) σύμμαχ(ον) τ(ὸν) δεσπότ(ην)·
σκιαγραφεῖτ(αι) τῶν | παθημ(ά)τ(ων) τύπο(ς).
ἐνταῦθα χ(ριστο)ῦ. κ(αὶ) διδάσκετ(αι) τύπο(ς).
εὐχῆς δικαί(ας) τοῖς ἀποστᾶσι βίου·
τ(ῶν) δυσμεν(ῶν) ῥυσθ(εὶς) | δίκαιο(ς) εὐλόγ(ως).
νῦν εὐχαριστεῖ τῶ καλ(ῶς) σεσωκότι·
τ(ὸν) νοῦν πτερώσ(ας) εἰς φυγ(ήν) τις τ(οῦ) βίου.
θείαις πτέ|ρυξι συγκαλύπτεσθ(αι) θέλoι·
ψήφους δικαί(ας) ἐν δίκαις, δικασπόλοι,
ποιεῖσθε συμπλέκοντ(ες) οὐδαμ(ῶς) | δίκας.
κρίσιν δικαίαν τ(οῦ) θ(εο)ῦ δεδοικότ(ες)·
θ(ε)ῶ προσελθ(ών), μὴ διαφθείρῃς ὅλ(ως)
ἕως τέλους δὲ | τοῦτ(ον) αἴτει προστάτ(ην).
κ(α)θεῖλες ἡμ(ᾶς) ὡς ἀπωσμ(έ)ν(ους) λόγε.
ἀλλ’ ἠλέησ(ας) σὴν δεδεγμένους χάριν·
βο|ῶσι ταῦτα πάντ(ες) οἱ σεσωσμένοι·
ὁ ψαλμὸ(ς) ἐθν(ῶν) κλῆσιν εἰς σ(ωτη)ρίαν.
τ(οὺς) ἐκβόλ(ους) τε τ(ῶν) ἰουδαί(ων) λέγει·
θεί|(αις) ὑπείκ(ων) προσταγ(αῖς) ἑκουσί(ως),
σ(ωτη)ριώδη τ(ὴν) παραψυχ(ὴν) λάβοις·
ὁ τ(ῆς) ἀγνοί(ας) νύκτα φεύγ(ων) ἐμφρόν(ως),
ὡς ὄρθρ(ον) εὑρ(ὸν) τ(ὸν) νοητ(ὸν) | Ἀδέτω
ψαλμοῦ τὸ θεῖον ἐμμελέστατ(ον) μέλο(ς)·
ἄθλοις ἐνιδρ(ῶν) κ(αὶ) πόνοις τις ἐνθέοις
θ(εὸ)ν συνερ(...)ὸν (...)ω τ(ῶν) πόν(ων)·
εἰς πίστ(ιν) εὐθὺ κόσμο(ς) ἐξ ἀπιστί(ας),
μεθίστατ(αί) τε κ(αὶ) κροτεῖ θείους κρότ(ους)·
χαίρ(ειν) ἐγέρσει δεσπότ(ου) θ(εο)ῦ | θέμις.
κ(αὶ) συγκαλ(εῖν) ἅπαντ(ας) εἰς εὐφημί(αν)·
ἀποστόλ(ων) κήρυγμα πρὸ(ς) σ(ωτη)ρίαν.
ἐθν(ῶν) καλούντ(ων) τ(ὸν) θ(εὸ)ν κ(αὶ) δεσπότ(ην). |
τοὺς πᾶσ(αν) ἄρδ(ην) τὸ πρὶν ἀνθ(ρώπ)ων φύσιν.
ὀλλύντ(ας) ἐχθροὺς. χ(ριστὸ)ς ἰσχύος κράτει.
παθ(ῶν) διεσκόρπισ(εν) ὡς θ(εὸ)ς | μόνος·
τ(ὸν) ἐμπεσόντα συμφορ(ῶν) δειν(ῶν) σάλω.
ὁ ψαλμὸ(ς) αἰτ(εῖν) ἐκδιδάσκει τ(ὴν) λύσ(ιν).
ἐκ τ(οῦ) μόνου σωζοντος | οἷς οἶδε τρόπ(οις)·
κ(α)τώδυνο(ς) πᾶς ἐν κακοῖς ὢν κραζέτω·
πρόσχες, βοηθὲ κ(αὶ) λυτρωτὰ, χ(ριστ)έ μου·
ἐπι|στρέφουσ(ιν) ἐκ μακρᾶς πονηρί(ας).
ἐλπὶς βεβαία χ(ριστό)ς (ἐστι) κ(αὶ) σκέπη·
εἰρηνικὸ(ς) τίς ἄλλο(ς). ἢ χ(ριστὸ)ς μόνο(ς).
βροτ(οὺς) συνάψ(ας) | τάξεσι τ(ῶν) ἀγγέλων·
τὸ μακρόθυμ(ον) τ(οῦ) θ(εο)ῦ θαυμαστέον.
ὃς τοῖς βεβήλοις οὐ παρευθὺ προ(σ)νέμει.
τιμωρί(αν) (ἔστι) | δὲ χρηστοῖς εὐθέσι(ν)·
ἐξουθενημ(έ)νο(ς) τις οἰκεῖος θέλ(ων)
θ(ε)ῶ γενέσθ(αι), τοῦτο μελπέτω μέλο(ς)·
πρόσχες σεαυτῶ | μὴ διαφθείρης τέλει·
κ(αὶ) συμφθαρήση φθαρτικαῖς ἐργασίαις·
παραίνεσίς σοι ταῦτα πρὸ(ς) τὸ συμφέρον.
ἀσσυρίου πέπτωκε τ(οῦ) κεκρυμμ(έ)ν(ου).
ἰσχύς, κρατίστω δεσπότου χ(ριστο)ῦ σθένει·
οὗ κλῆσις ὀρθὴ πᾶσιν ὠνο|μασμένη·
φωνὴ βοῶντο(ς) ἐν στεναγμοῖς καρδίας.
τοῖς ὠσὶν εὐπρόσδεκτό(ς) (ἐστι) κ(υρίο)υ·
λαὸν ἑὸν κέλετ(αι) | Λόγο(ς) εὐνομίῃ συνέσει τε
εὐφραδέως νόμ(ον) ἐσθλ(ὸν) ἐνὶ κραδίησι δεδέχθ(αι)·
λώϊον ὧδε γ(ὰρ) ἕρδ(ειν) ἡμέας ἠὲ θεοῖο.
οὐ | πινυτῇσι φρεσὶ τεράτ(ων) ἐπιπάγχυ λαθέσθ(αι)·
ἔθνη πονηρὰ κλῆρ(ον) ἁγν(ὸν) σόν λόγε.
δειν(ῶς) ἐλυμήναντο· σῶσον οὖν | τάχει.
τὸ ποίμνι(ὸν) σου. σὸ(ς) λεὼς κράζει τά(δε)·
δέησις ὧδε πεπλανημ(έ)ν(ων) πάλαι.
νῦν προσφευγόντ(ων) | τῇ θ(εο)ῦ μόνη σκέπη·
ὁδηγ(ὸν) αὐτ(ὸν) πᾶσι προ(σ)καλουμ(έ)ν(ων)·
οἶνον νοητ(ὸν) οἱ δεδεγμένοι κρότοις.
ἀγαλλιᾶσθε τ(ῶ) | βοηθῶ δεσπότη·
ἄρχουσι δεινοῖς ἐγκελεύετ(αι) λόγο(ς).
τῆς εὐθύτητο(ς) ἀντέχεσθ(αι) γνησίως·
ὡς τ(οῦ) θ(εο)ῦ κρίνοντ(ος) | ἀξίως τά(δε)·
ἐχθροὺς ἀναιδεῖς γνώσεως τ(οῦ) κ(υρίο)υ
ὁ ψαλμὸ(ς) αἰτεῖ συντριβῆναι ῥᾳδί(ως)·
ληνῶν νοητ(ῶν)· | μηδαμ(ῶς) καταφρόνει·
θεῖον γ(ὰρ) οἶνον ἡδύνοντα καρδίας,
ἔχουσι κ(αὶ) σῴζουσι τ(οὺς) γεγευμέν(ους)·
πλάν(ης) λυτρω|θείς, εὐδοκήσαντο(ς) λόγου,
ὁ πιστὸ(ς) αἰτεῖ καὶ πάλ(ιν) σ(ωτη)ρίαν.
τοῖς ἀσθενοῦσιν ἡ προσευχὴ συμπρέπει·
καὶ | τ(ῶ) βροτ(ῶ) (δὲ) κ(αὶ) θ(ε)ῶ λόγ(ω) πρέπει·
τ(ὴν) ἀσφάλει(αν) πίστε(ως) τῆς ἐνθέου,
ὁ ψαλμό(ς) οἶδεν, ἣν ἀποστόλ(ων) λόγοις.
ἥ|δρασε χ(ριστὸ)ς. ὡς ὀρῶν στερρῶ κράτει.
πάθη τὰ χ(ριστο)ῦ κ(αὶ) ταφ(ὴν) ζωηφόρ(ον)
ἐνταῦθα γν(ώ)ση προγράφοντα τ(ὸν) λόγ(ον)· |
ἐκ δ(αυῒ)δ ἐβλάστησε χ(ριστό)ς ὡς μέλο(ς)
τοῦτο προδηλοῖ. γηγεν(ῶν) σώζων γένο(ς).
ἀρχαῖ(ον) οἶκτ(ον) συμπαθεί(ας) ἐκχέων·
ἀρχ(ὴν) ἄναρχ(ον) δημιουργ(οῦ) μηνύ(ων).
ὁ ψαλμὸ(ς) αἰτεῖ τοῦδε τ(ὴν) εὐσπλαγχνί(αν)·
οἶκον σεαυτ(ὸν) θεῖ(ον) ἐξειργασμένο(ς). |
θεία κατοικήσειας ὑψίστου σκέπη·
ὡς κρεῖττον οὐδέν (ἐστι) τῆς σεβασμίας.
ἀκηράτου τε λήξεως, ὡς τ(οῦ) (...) |
σαφ(ῶς) διδάσκει κλῆσις ἡ τ(οῦ) σαββάτ(ου)·
ὁ παμβασιλεὺς σαρκικῆ παρουσία.
ὤφθη βασιλ(εὺς) εὐπρεπ(ής), ἐζωσμ(έ)νο(ς)
κράτο(ς) κ(α)τ’ ἐχθρ(ῶν). ἐξαναστ(ὰς) τοῦ τάφ(ου)·
τὸ πλάσμα χειρ(ῶν) τ(ῶν) ἑαυτ(οῦ) δεσπότης
νῦν ἐκδικήσ(ων) ἦλθε σὺν παρρησία |
κ(αὶ) συγκαθεῖλε πᾶσ(αν) ἰσχὺν δαιμόν(ων)·
πάντ(ων) ἀπογνοὺς πρὸ(ς) θ(εὸ)ν μόν(ον) βλέπε.
τοῖς ἐκλεκτοῖς τ(οῦ) συγχόρευε κ(υρίο)υ,
κἂν οἱ πλάνοι θέλωσι μὴ ποιεῖν τά(δε)· |
ἀγαλλιάσθ(ε) πᾶσα γῆ θυμηδία·
χ(ριστο)ῦ βασιλεύσαντο(ς) ἐν γη κ(αὶ) κρίσει·
φρικτη τελευταία τε τοὺς ἐναντίους |
τεφροῦντο(ς) ἄρδ(ην) ἐμπύρω τιμωρία·
τὸ καιν(ὸν) ἆσμα καινὸ(ς) ὄχλο(ς) ἀδέτω
θαυμαστὰ ποιήσαντι θαυμαστῶ λόγω· |
χ(ριστὸ)ς βασιλεὺς σὰρξ παγεὶς ὤφθη θέλ(ων)
χαίρ(ειν) χρε(ὼν) οὖν κἂν μάτ(ην) ὠργισμ(έ)ν(οι)
ἐχθροί παροργίζωσι τοῦτον ἀ|φρόνως.
ἅπ(ας) κροτείτω πιστὸ(ς) εὐσεβοφρόν(ως),
τοῦ παντάνακτο(ς) δοῦλο(ς) ὀφθεὶς κ(υρίο)υ·
ὁ τ(ὸν) ἀριθμ(ὸν) τ(ὸν) τέλει(ον) | Μηνύ(ων).
ψαλμὸς, τελειοῖ τ(ὸν) τέλειον τοῖς τρόπ(οις).
ὅπ(ως) βιοῦν χρὴ τοὺς ἐν ἀρχῆ δεικνύ(ων)·
οὗτο(ς) (δὲ) πόρρω τὴν κακῶν ἀκηδίαν |
βάλλ(ων) δίδωσι τ(ὴν) θ(εο)ῦ θυμηδίαν·
εἴ σοι γένοιτο καιρὸ(ς) εὐχαριστί(ας).
ψυχῆ μελώδει κ(αὶ) μέλο(ς) ποιοῦ τόδε.
κ(αὶ) γὰρ διδάσκει | τ(ὸν) θ(εο)ῦ θεῖον φόβ(ον)·
τ(ὴν) τ(ῶν) ὅλ(ων) πρύταν(ιν) εἰ μαθ(εῖν) θέλεις.
ὡς νουνεχὴς δίελθε τὸ ψαλμοῦ μέλο(ς).
ὄψει γ(ὰρ) αὐτὸν | δημιουργ(ὸν) κτισμάτ(ων)·
ἔθνη πονηρὰν ἰ(σρα)ηλιτ(ῶν) φύσιν·
κ(αὶ) τ(ὸν) ἀληθῆ γνῶτε τ(οῦ) θ(εο)ῦ δίκ(ην)
εἰς τ(ὴν) ἐκείν(ων) τάξ(ιν) ἐντεταγμένα·
τὰς ἔκπαλαί σου δέσποτα σ(ωτη)ρίας
τίς ἐκλαλήσει· κ(αὶ) γ(ὰρ) ᾠκειωμ(έ)ν(ους)
τὸ πρίν ἀπώσω τ(ῶν) ἀπωσμ(έ)ν(ων) χάριν·
αἰνεῖτε πάντ(ες), οἷς ἐνεγράφη λόγο(ς)
ὁ τ(οῦ) π(ατρὸ)ς σύμμορφο(ς) ἐκ παντὸ(ς) τόπου.
συνηγμ(έ)νοι, δέχεσθε τ(ὴν) αὐτοῦ | χάριν·
ἕτοιμ(ον) εἶν(αι) δ(εῖν) πρὸ(ς) ᾠδὰς κ(υρίο)υ.
δ(αυῒ)δ παραινεῖ κ(αὶ) σοφίζει καρδί(ας)·
πάθη τὰ χ(ριστο)ῦ κ(αὶ) φθόνον γραμματέ(ων)· |
κ(αὶ) σκαιότητα τ(οῦ) μαθητ(οῦ) κ(αὶ) φίλου.
ὁ ψαλμὸ(ς) οὗτο(ς) ἀκριβ(ῶς) προμηνύει·
διδάσκομ(αι) γέννησιν ἄφραστ(ον), λόγε·
τ(ὴν) σ(ήν) τόκον τε τ(ῶν) χρόν(ων) ἐπ’ ἐσχάτ(ων)·
κ(αὶ) πτῶσιν ἐχθρ(ῶν) κ(αὶ) μεταλλαγ(ὴν) βίου·
αἰν(εῖν) τ(ὸν) ὄντ(ως) ὄντα κ(αὶ) πίστει σέβ(ειν).
τ(ὸν) ψαλμ(ὸν) | ἴσθι τοῦτ(ον) ὀτρύνοντά σε·
ὁ σφόδρα χαίρ(ων) ἐντολαῖς τ(οῦ) κ(υρίο)υ.
πάσης ἀληθ(ῶς) τεύξετ(αι) θυμηδίας·
κ(αὶ) δόξ(αν) ἕξει. | κ(αὶ) καλῶν μετουσί(αν)·
λαοῦ νέου κλῆσιν τε κ(αὶ) σ(ωτη)ρίαν.
κ(αὶ) τ(ῶν) κακ(ῶν) λύτρωσιν ὁ ψαλμὸ(ς) λέγει·
τ(ὸν) ἰ(σρα)ὴλ φυγόντα | τ(ῶν) αἰγυπτί(ων).
τ(ὴν) δυσσέβειαν ψαλμὸ(ς) οὗτο(ς) προγράφει·
ῥύστ(ην) ταπειν(ῶν) κ(αὶ) φύλακα νηπί(ων)
οἴκτ(ου) τὲ πηγ(ὴν), οἶδε πᾶς | σε χ(ριστ)έ μου.
ὃς εὐαρεστ(εῖν) ἠξιώθη σοὶ μόνω·
δῆλον πέφυκε πᾶσι τὸ πρόγραμμά μου.
αἰν(εῖν) γ(ὰρ) ὕμνοις τ(ὸν) | θ(εὸ)ν πρέπ(ειν) λέγω·
κἀγὼ τ(ὸν) αὐτ(ὸν) ὡς ἔχ(ων) τῶ πλησί(ον).
σκοπ(ὸν) γεραίρ(ειν) προτρέπω τ(ὸν) δεσπότ(ην)·
οὐ μ(ὴν) ἐγώ τι τ(ῶν) | σύνεγγύς μοι ξέν(ον).
λέγω. τὰ δ’ αὐτὰ κ(αὶ) παρωμοιωμένα·
ὄλβιο(ς) ὃς μελιηδέα τ(ήν)(δε) ἀείσοι ἀοιδ(ήν)
νωλεμέ(ως) | Φιλέων ἐνὶ θυμῶ θέσκελα ἔργα·
οὐ(ραν)ίου βιότοιο ἐρῶν ἠδ’ αἴσιμα ῥέζ(ων),
νώνυμ(ον) ἐκ καρδίης ἐθέλ(ων) ἐλάαν κακότη(...)⁘· |
τοὺς ἀναβαθμοὺς κλίμακ(ας) πρὸ(ς) τὰς στίβ(ους).
τ(ὰς) ἐνθέους γίνωσκε κ(αὶ) σῴζοιό μοι· |
ὅσον τὸ κέρδος θλίψεως ἐκ καρδίας·
ὁμοῦ γ(ὰρ) αἰτ(εῖν) κ(αὶ) τυχεῖν ἔξ(εστί) σοι·
εἰς ὕψο(ς) ἀρθεὶς ἀρετῶν ὄ|ρους ἴδοις·
τ(ὸν) παντεπόπτ(ην) σύμμαχ(όν) σοι ῥαδί(ως).
τ(ῶν) ἀναβαθμ(ῶν) δεύτερο(ς) λέγει τάδε·
τ(ῶν) προ(σ)καλουμ(έ)ν(ων) σε πρὸ(ς) τοὺς | ἐνθέους.
οἴκους ἀκούσ(ας), χαρμονῆς πλησθεὶς τρέχε·
τ(ῶν) ἀναβαθμ(ῶν) ὁ τρίτο(ς) σε πειθέτω·
ψυχῆς ἐπάρ(ας) ὄμματα | πρὸ(ς) δεσπότ(ην).
τοὺς οὐ(ραν)οὺς οἰκοῦντα. τοῦτ(ον) ἐν τάχει.
ἕξεις βοηθ(όν), ψαλμὸ(ς) οὗτο(ς) σοι λέγει·
τ(ῶν) ἀναβαθμ(ῶν) πέμπτος. | εὐχαριστί(ας)
τρόπ(ους) διδάσκει τ(ῶν) καλ(ῶς) σεσωσμ(έ)ν(ων)·
σι(ὼν) ὄρος γίνωσκε τ(οὺς) πεποιθότ(ας).
θ(εο)ῦ κραταιᾶ κ(αὶ) σοφῆ παντευ|χία.
τ(ῶν) ἀναβαθμ(ῶν) φησιν ἕκτο(ς) ταῦτά σοι·
Ὁ τῆς νοητῆς αἰχμαλωσίας λόγοις
θείοις λυτρωθεὶς ψαλέτω | χαίρ(ων) τάδε.
τ(ῶν) ἀναβαθμ(ῶν) ἕβδομο(ς) φράζει τόδε·
εἰ μὴ θ(εὸ)ς σώσειε δειν(ῶν), εἰς μάτ(ην)
σπεύδει φυγ(εῖν) τις τοὺς ἀνη|κέστ(ους) πόνους·
πάντ(ων) γ(ὰρ) αὐτ(ὸς) προστάτης τε κ(αὶ) φύλαξ·
τ(ῶν) ἀναβαθμ(ῶν) ὄγδοος πέπεικέ με·
φόβον σύνοικον | Θεῖον ἐν τῆ καρδία.
ἔχ(ων) τις αἴνων τεύξετ(αι) σεβασμί(ων).
ταῖς ἐντολ(αῖς) τις τ(οῦ) θ(εο)ῦ πεφραγμ(έ)νο(ς).
μηδὲν πτοείσθω προ(σ)|βολὰς ἐναντί(ων).
κἂν προ(σ)βαλ(εῖν) ὁρμῶσι τούτω πολλάκις·
ἐκ βαθέ(ων) κράζουσι μυχ(ῶν) καρδί(ας).
πρὸ(ς) τ(ὸν) δυνάστ(ην) τοῦτ(ον) οἱ κατειδότ(ες)·
ἱλασμ(ὸν) ὄντα τοῖς κακ(ῶς) ἐπταικό(ς)·
ὁ πρὸ(ς) μέγιστ(ον) ὕψο(ς) ἐκ τ(οῦ) μετρίου.
φθάσ(ας). προθύμ(ως) ψαλέτω τάδε | μέλη·
ἕτοιμο(ς) ὤν τις εἰσδέχεσθ(αι) τ(ὸν) λόγ(ον).
ἥκοντα, ταῦτα φησὶ σὺν προθυμιδέα·
τοὺς ἐν λόγοις τε καὶ | τρόποις ἡνωμέν(ους).
ὁμοῦ κ(α)τοικεῖν, τερπν(ὸν) εἴπερ ἄλλό τι·
τ(ῶν) ἀναβαθμ(ῶν) τ(ὸν) τελευταιὸν νόει.
τραν(ῶς) διαγράφοντα | δούλ(ους) κυρίου,
οὓς εὐλογ(εῖν) ἄριστα τοῦτ(ον) προτρέπει·
ὡς χρὴ γεραίρ(ειν) τ(ὸν) θ(εὸ)ν κ(αὶ) δεσπότ(ην),
ὁ ψαλμὸ(ς) οὗτο(ς) ἐκδιδ(άσ)κει | τ(ὸν) τρόπ(ον)·
τοὺς ἐκ κακ(ῶν) ῥυσθέντ(ας), εὐχαριστίαις.
φωναῖς κεχρῆσθ(αι) πολλαχ(ῶς) κ(αὶ) ποικίλ(ως).
δείκνυσιν ἡμῖν ὁ | προφητικὸ(ς) λόγο(ς)·
ἐκ τ(ῶν) πονηρ(ῶν) πράξε(ων) ἐπιστρέφ(ων)
τὸ σεπτ(ὸν) ἆδε κ(αὶ) θεῖον τοῦτο μέλο(ς)·
εὐεργετηθεὶς | κ(αὶ) θ(εο)ῦ μεμνημ(έ)νο(ς).
τ(ὸν) ψαλμ(ὸν) ἄσεις ἐξ ὅλ(ης) τῆς καρδί(ας)·
ὡς τοῖς δικαί(οις) οὗτο(ς) ἁρμόττει λόγο(ς).
πρόδηλ(όν) (ἐστιν) εὐθὺς | πρώτ(ου) στίχου.
ἐκ τ(ῶν) πονηρ(ῶν) κ(αὶ) βροτ(ῶν) κ(αὶ) δαιμόν(ων)
ἐξαιρεθῆν(αι) π(ᾶς) δυσωπείτω θ(εό)ν·
φωναὶ βοῶντο(ς) |πρὸ(ς) θ(εὸ)ν, θείοις πόνοις.
ἐγκαρτεροῦντο(ς). ἀνδρὸ(ς) εὐσεβεστάτ(ου)·
ἀνδρὸς προσευχὴ καρδίαν τεθλιμμ(έ)νου·
κ(αὶ) τὴν | δέησιν ἐκχέοντο(ς) συντόν(ως).
πρὸ(ς) τ(ὸν) μόν(ον) θέλοντα σώζ(ειν) δεσπότ(ην)·
αὕτη δέησις κ(αὶ) πάλ(ιν) τεθλιμμ(έ)νου·
ἐκ καρδί(ας) τε | πρὸ(ς) θ(εὸ)ν κεκραγότο(ς).
θείαν συνεργ(ὸν) δεξιὰν κεκτημ(έ)νο(ς).
τ(ὸν) εὐλογητ(ὸν) εὐλόγει σου δεσπότ(ην)·
ὕψιστ(ον) ὕψου, τ(οῦ)|τ(ον) εὑρ(ὼν) ἐν μάχη.
νοουμένη πρόμαχ(ον) ἢ συνεργάτ(ην)·
τ(ῶν) ἀγγέλ(ων) ὕμνησ(ον) ὕμν(ον) ἀξί(ως).
ψυχή. τ(ὸν) αὐτ(ῶν) ὡς δυνατ(όν) σοι | βίον.
ζηλοῦσα κ(αὶ) στέργουσα κ(αὶ) μιμουμ(έ)νη·
ὁ θεῖο(ς) ὕμνο(ς) οὗτο(ς) εἰς ὑμνωδίαν.
δεκτ(ὴν) θ(ε)ῶ σύμπαντ(ας) ἡμ(ᾶς) προτρέπει·
τ(ὸν) | αἰνετόν σου δεσπότ(ην) αἴνει λόγο(ς)·
ἅπ(ας) ὁ σωθεὶς τοῦδε θεία δυνάμει·
παγκόσμιο(ς) νῦν οὗτο(ς) ὕμνο(ς) κ(υρί)ω.
ἐκ τ(ῶν) ὁρατ(ῶν) καὶ | νοητ(ῶν) κτισμάτ(ων)·
ὑμνεῖ τὸ καιν(ὸν) ἆσμα π(ᾶς) σεσωσμ(έ)νο(ς)
ἐν τυμπάνω τε κ(αὶ) σοφῶ ψαλτηρίω.
λοίσθιο(ς) | ἐν ψαλμοῖσι. διηνεκέ(ως) προφρόν(ως) τε
πάντ(ας) ὁμοῦ καλέει τ(ὸν) θεῖον ἀείδ(ειν) ὕμν(ον)· +
Type(s) [36173] Ψαλμῶν ὁ πρῶτος πρῶτον ἐν θεῷ λέγει (2 verses)
Text source DBBE (Inspection of a reproduction of the manuscript)
Text status Text completely known
Date 12th-13th c.
Manuscript ATHOS - Mone Pantokratoros 234 [12th-13th c.]
Place in Manuscript f. 262r-263r
Palaeographical information The verses are not correctly arranged on the manuscript folio, insofar as their line endings do not coincide with the end of the margin. Nevertheless, each verse is separated from the next by a small space. The 150 types (that is, the complete poems) are each preceded by a Greek numeral, written in red ink. Before Τοὺς ἀναβαθμοὺς, v. 278, the scribe inserted the prose title ὠδὴ τῶν ἀναβαθμῶν. Between παντευχία (v. 294) and τῶν ἀναβαθμῶν (v. 295), the verses τῶν ἀναβαθμῶν φησιν ἕκτος ταῦτά σοι | Ὁ τῆς νοητῆς αἰχμαλωσίας λόγοις | θείοις λυτρωθεὶς ψαλλέτω χαίρων τάδε (from types 36790 and 36787) are missing, probably as the result of a scribal error. Type 36872, which should presumably be the final verse of the poem, is likewise not recorded.
Contextual information It precedes a copy of the Psalms.
Metre(s)
Genre(s)
Subject(s)
Comment This occurrence corresponds to the following types: 3885, 36173, 36177, 36180, 36183, 36202, 36205, 36208, 36211, 36214, 36217, 36220, 36223, 36226, 36229, 36232, 36235, 36238, 36241, 36244, 36350, 36353, 36356, 36359, 36362, 36365, 36368, 36371, 36374, 36377, 36380, 36384, 36387, 36390, 36393, 36396, 36399, 36402, 36405, 36408, 36411, 36414, 36417, 36434, 36437, 36440, 36443, 36468, 36471, 36474, 36477, 36504, 36507, 36510, 36513, 36516, 36519, 36522, 36525, 36528, 36531, 36534, 36542, 36545, 36548, 36551, 36554, 36557, 36560, 36573, 36576, 36579, 36584, 36587, 36598, 36601, 36612, 36615, 36618, 36621, 36624, 36628, 36645, 36648, 36651, 36658, 36662, 36665, 36668, 36671, 36674, 36677, 36680, 36686, 36689, 36692, 36699, 36702, 36705, 36708, 36711, 36714, 36718, 36721, 36724, 36727, 36730, 36733, 36736, 36739, 36742, 36745, 36748, 36751, 36754, 36757, 36760, 36763, 36766, 36775, 36778, 36781, 36784, 36787, 36790, 36793, 36796, 36799, 36802, 36805, 36808, 36814, 36817, 36820, 36823, 36826, 36830, 36833, 36836, 36839, 36842, 36845, 36848, 36851, 36854, 36857, 36860, 36863, 36866, and 36869.
All verses are dodecasyllables, except for the following dactylic hexameters: λαὸν – λαθέσθαι (vv. 169–172), Type 36612; οὐ(ραν)ίου – κακότη(...) (vv. 276–277), Type 36760; and λοίσθιο(ς) – ὕμνον (vv. 352–353), Type 36869.
Image source(s)
Bibliography
Number of verses 356
Related occurrence(s)
Acknowledgements
Transcriber(s)

The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete.

Permalink https://www.dbbe.ugent.be/occurrences/37388
Last modified: 2026-04-28.