Occurrence 29930

Στίχοι ἰαμβικοὶ περιέχοντες ἐν ἐπιτομῆ τ(ὴν) ἅπασαν ὑπόθεσιν | καὶ τάξιν καὶ δύναμιν τῶν ἐγκειμένων τῆδε τῆ βίβλῳ | εὐσυνάπτων μαθημάτων· +
 
Ὁρῶν θεατὰ βίβλον ηὐτελισμένην·
μὴ παραδράμης τῶν γεγραμμέν(ων) λόγους·
ἀλλ’ εἴγε πολλαῖς μὴ προσανέχειν θέλεις·
βίβλοις τα πολλὰ καὶ δαπαναν τὸν χρόνον·
κενὸν τιθεὶς σπούδασμα πάντα τὸν βίον·
ποθεῖς δ’ ἔχειν ἄριστον ἐν βραχεῖ τύπον·
ἠθῶν ἔργων· λόγων τε καὶ θεωρίας,
κόλπους ἐρευνῶν τοὺς ἐμοὺς, πόθου τύχης·
πηγὴ γάρ εἰμι παγκάλων σοφῶν λόγων·
οἷς ἄρδεται νοῦς καὶ ποτίζονται φρένες·
καὶ κόσμον ἤθη τὸν πρέποντα λαμβάνει.
Πάσας γὰρ ἔνδον τὰς ἐπιστήμας φέρω,
κατὰ τρόπον πρέποντα συντεταγμένας·
κάτωθεν ἄνω τεχνικῶς ἀνηγμένας
νοῦν γῆθεν ἀνυψούσας εἰς πόλου πλάτη.
Ἔχω γὰρ ἰδοὺ τὰς ἀπαρχὰς τῶν λόγων
τ(ὴν) ῥητορικὴν ἐν βραχεῖ συνηγμένην·
γλῶσσαν παροτρύνουσαν ἀτρέστως λέγ(ειν)·
πυρὸς μένος πνέουσαν ὥς που τίς ἔφη,
θέμεθλον ὥσπερ ἀκλόνητον τῶν λόγ(ων)
στερρὰς στάσεις φέρουσαν ἡδραιωμέν(ας)
μακρὰς τὰς εὑρέσεις τε καὶ πολυτρόπους·
μεθ’ ὧν χορείαν ἰδεων καλλιφράδων,
ἔτι τὲ δεινότητα τεχνικωτάτην·
ὄργανον εὐθὺς τῆς λογικῆς τὸ κλέος, ‖
ἣ συλλογισμῶν πλεκτάνη καὶ σφενδόνη,
ἀντιθέσεις τε καὶ στροφὰς τὰς ἐν λόγοις
δυσεξοδεύτους λαβυρινθώδεις ἄγαν·
δεινῶς ἀνατρέπουσα λίαν ἐντέχνως,
νόθους ἀποπτύουσα· τοὺς δ’ αὖ γνησίους,
ποθοῦσα καὶ στέργουσα καὶ κολπουμένη·
κανὼν ἀκριβὴς τοῦ σοφοῦ τεχνογράφου·
λίθος δοκιμάζουσα λυδία λόγους·
αὔχημα τερπνὸν τῶν σταγειρίτου βίβλων·
βοὴ καταπλήττουσα τοὺς ἐναντίους·
φρικτὴ βελῶν φαρέτρα τοῖς ἀλλοτρίοις·
χρηστῶν ταμεῖον ὀργάνων τῶν ἐν μάχαις·
ἄθρει θεατὰ καὶ φυσικῶν τοὺς λόγους,
ἄνωθεν ἐκλάμποντας ἐκ τῶν ἀδύτων·
τῆς πανσθενουργοῦ καὶ σοφῆς πανταιτί(ας)
καὶ μέχρι γῆς πυρός τε καὶ τῶν ἐν μέσω·
ἱκνουμένους νεύματι τοῦ παντεργάτου·
πέρατα καὶ σχήματα καὶ διαστάσεις
ὅρους· ἀριθμοὺς· ἰδέας διαφόρους·
ῥυθμοὺς κινήσεις ἡρεμίας καὶ στάσεις·
ποιὰ· ποσὰ· χρώματά τε ποικίλα·
διδόντας αὐτοῖς ποικιλοτρόπως ἄγ(αν)·
καὶ τ(ὴν) ἀκαλλῆ τρύγα τῶν ὄντων τέως,
εἰς τάξιν ἀμείβοντας εἰδῶν κοσμίως
ζώων φυτῶν τε καὶ βοτανῶν κ(αὶ) λίθων,
βροτῶν ὑπερβαίνοντα γνῶσιν καὶ λόγ(ον)·
φύσις γάρ ἐστιν ὄργανον τεχνουργίας,
τῆς παραγωγου τῶν ἁπάντων αἰτί(ας)·
μὴ δὴ παρέλθης καὶ φύσιν τ(ὴν) ἰδίαν,
ἄνθρωπε μαθ(εῖν) αὖθις ἐκ τῶν κειμέν(ων)
ἀλλ’ εἴγε ταύτην ἀσφαλῶς γνῶναι θέλεις,
πρόκυψον ἰδοὺ τὰ γεγραμμένα σκόπει·
περὶ ψυχῆς γὰρ οὐσίας ἀσωμάτου,
καὶ πηλίνου σώμ(α)τός εἰσὶν οἱ λόγοι·
ἄμφω δὲ πράξεις· ἔργα· δυνάμεις πάθη, ‖
ἴδια καὶ κοινά τε καὶ κατὰ μέρος,
ἄριστα δεικνύοντες ἐντέχνως λίαν·
καὶ δοξάσεις μάλιστα τὸν κοσμεργάτην,
ἄρρητον ἰδὼν δημιουργίας τρόπον·
καὶ κρᾶσιν ἀσύγχυτον ἐξ ἐυτεκνίας,
εἴδους νοητοῦ καὶ παχυτάτης ὕλης·
οἶμαι σε καὶ γὰρ ἐκτόπως τεθηπότα,
δα(υὶ)δ τὰ ῥητὰ κατὰ νοῦν ἀεὶ στρέφ(ειν)
ξης δὲ τούτων ἡ τετρὰς μαθημάτων,
δίκην κλίμακος ἐν μέσω πως κειμ(έν)η·
τ(ῶν) φυσικῶν ὁμοῦ τε καὶ νοουμένων·
θαυμασίως ἄγει σέ καὶ κατὰ λόγον·
ἐκ τῶν ὑλικῶν εἰς ἄϋλον οὐσίαν,
ὥς που τις ἐφθέγξατο τῶν σοφῶν πάλαι·
ἄνελθε λοιπὸν καὶ τὰπεινὰ μὴ φρόνει·
κτίσματα λιπὸν καὶ λόγους τούτων κάτω,
τὸν νοῦν τὸν οὐ(ρά)νιον ἐξάρας ἄνω·
ζητοῦντα καλῶς τοὺς ψυχοτρόφ(ους) λόγους,
τῆς ὑψοποιοῦ πρακστικῆς καὶ δογμάτ(ων)·
ἐξ ἧς μὲν ἠθῶν καὶ λόγων καὶ πρακτέων,
χάριν ἀπαντλήσειας ἀφθονωτάτην·
τέθριππον εὑρὼν ἀρετῶν ὑπερτάτων·
ἅρμα φαεινὸν σεμνὸν οὐρανοδρόμον·
ἅρμα φλέγον κάκιστα δαιμόνων στίφη
κατάγον αὐτοὺς μέχρις ᾅδου πυθμένος·
πιστοὺς δ’ ἀνάγον τῶν ὁρωμένων ἄνω·
ἐν ὧ καθίσας καὶ κρατήσας ἡνίας,
ὡς πρὶν ἡλίας θεσβίτης ὁ πυρίπνους,
κούφως ἐπαρθεὶς γῆθεν ἀπτέρω τάχει,
πόλου τὰ λαμπρὰ καταλάβης χωρία·
ἔνθα κατιδὼν ἀγαθῶν εὐενδρίαν,
κήπου νοητοῦ τοῦ παραδείσου λέγω,
καρποὺς ἀρίστους καὶ τρυγήσεις (καὶ) φάγης,
καὶ τὸν φυτουργὸν εὐλογήσεις δεσπότην·
ἀφ’ ὧν δ’ ἀμὺδρὰς εἰκόνας τε καὶ τύπους, ‖
ὡς ἐν κατόπτρω τῆς διανοίας βίβλῳ,
λάβης ἀληθεῖς τῆς θ(εο)ῦ φαντασίας
ἐκ τῶν ἀληθῶν πνευματολέκτων λόγ(ων).
εἰ δ’ οὖν πόνων σώματος ἀργείαν ἄγεις
καὶ τ(ὴν) λίχνον αἴσθησιν ἄγχεις ἐμφρόνως,
ἔνθεν κἀκεῖθεν ἀλόγως στροβουμέν(ην),
ἄγαν ἀκρατῶς ἐμμανῶς οἰστρουμέν(ην)
καταχαλῶσαν καὶ κατασπῶσαν κάτω,
οὐράνιον νοῦν αἰθεροδρόμον φύσιν,
τῆς δ’ αὖ γε φαντασίας ὄγγους καὶ τύπ(ους)·
χρώματα πάντα καὶ πάσας διαστάσεις,
στερρῶς καθείρξεις κατὰ χώραν ἐμμέν(ειν).
τὸν νοῦν δ’ ἀμιγῆ παντὸς ὄγκου (καὶ) τύπου,
καθαρόν ἀσύγχυτον ἁπλοῦν καὶ μόνον
εἰς ὕψος ἀρης τῆς θ(εο)ῦ θεωρίας,
πάντως μυηθείς ὡς ἐφικτόν σοι φίλος
ἐν ἡσύχω σου τοῦ νοὸς καταστάσει,
ἄρρητα μυστήρια τῶν ἀποκρύφων,
τῆς προσκυνητῆς πανσθενουργοῦ τριάδος:
ά δ’ εἰσὶ ταῦτα καὶ σκόπει μετὰ δέους
ἓν αὐτολαμπὲς παράγωγον τῶν ὅλων·
ὂν αὐτάγαθον· αὐτόφως· αὐτουσίαν·
ἄναρχον ἀρχὴν αὐθέδραστον αἰτίαν·
ζωὴν πρὸαἰώνιον, ἀειζωίαν·
δύναμιν ἀκάματον ἄτρυτον κράτος·
ἀπειρίαν ἄπειρον, αὐταπειρίαν·
νοῦν δημιουργὸν τεχνίτην παντεργάτην·
σοφίαν ἀνείκαστον αὐτογνωσίαν·
πείρας ἀπειρότατον ἐξ ἀπειρίας,
αἴγλην μίαν τρίφωτον ἀπείρου φάους·
φῶς τριτὸν ἁπλοῦν τῆς μιᾶς θεαρχί(ας)
ἕνωσιν ἀσύγχυτον ἀφράστω τρόπῳ·
διαίρεσιν ἄτμητον ἀῤῥήτω λόγω,
ἄτμητον ἀσύγχυτον ἁπλῆν τριάδα,
τριῶν ἀπείρων ἄπλετον συμφυίαν ‖
π(ατ)ήρ λόγος καὶ πν(εῦ)μα ταῦτα τὰ τρία
ἐν τρισὶ μία φύσις ἓν δὲ τὰ τρία·
ὧ δόξα τιμὴ καὶ κράτος πρέπει μόνῳ,
ἀεί τε καὶ νῦν καὶ τὸν ἅπαντα χρόνον:
ούτοις ἰθύνων σαυτὸν, οὐχ ἕξεις ψ(ό)γον·
κλεινὸς τρόποις ἔση δὲ και σοφὸς λόγ(οις).
εἰδὼς ἀκριβῶς τοὺς λόγους τ(ῶν) κτισμ(ά)τ(ων)
ἔτι τὲ τὸν κτίσαντα ταῦτα δεσπότην.
μέμνησο δ’ ὦ τὰν ἰωσὴφ ῥακενδύτου,
μετὰ πόνου πλείστου με συντεταχότος. +
Type(s) [6014] Ὁρῶν, θεατά, βίβλον ηὐτελισμένην (140 verses)
Text source DBBE (Inspection of a reproduction of the manuscript)
Text status Text completely known
Manuscript VATICAN CITY - Biblioteca Apostolica Vaticana - Vat. gr. 111 [14th c.]
Place in Manuscript f. 5r-7r
Palaeographical information Delineated by horizontal ornamental bands. Verse 1 features a majuscule omicron-initial with decorative flourishes and vignettes. Verses 131-140 on f. 7r are written in a bi-columnal layout.
Metre(s) Dodecasyllable
Genre(s) Text-related epigram
Subject(s) Ioseph (13th-14th c.) - PLP: IV.9078 (monotropos, rhakendytes)
Comment Several verses are missing initials (cf. the type and related occurrences):
69 ξης ] Ἑξῆς conj.
115 ά ] Τά conj.
135 ούτοις ] Τούτοις conj.
Image source(s) https://digi.vatlib.it/view/MSS_Vat.gr.111/0006
Number of verses 140
Related occurrence(s)
Acknowledgements Information on the occurrence courtesy of Georgi Parpulov.

Creator(s)
Transcriber(s)

The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete.

Permalink https://www.dbbe.ugent.be/occurrences/29930
Last modified: 2019-11-07.