Occurrence 26763
(formerly occ/10834)

πρόγραμμα βίβλου τῆσδε τῆς τῶν δογμάτων:
 
Ἀλεξίου φρόντισμα· (καὶ) γλυκὺς πόνος
ῥώμης βασιλεύοντο(ς) εὐσεβῶς, νέας.
καὶ φαιδρὸν ἐκλάμποντος ἀρετῶν σέλ(ας)·
κοινωφελὲς σύνταγμα· πίστεως κράτο(ς).
στήλη θριαμβεύουσα τοὺς νόθους λόγους.
ἄθροισις εὐσύνοπτος ὀρθοδοξίας.
ἔλεγχος ἐντρέπων τε καὶ καταισχύνων,
τοὺς τῆς ἀληθοῦς πίστεως ἀποστάτας·
θεῖον ταμεῖον· ὀργάνων τῶν ἐν μάχαις·
ἅπερ, καταστρέφουσι τείχη δογμάτων.
θ(ε)ῶ μισουμένων τε καὶ λαοπλάνων
πηγὴ διαυγὴς ἐνθέων διδαγμάτων
ποταμὸς αὐτόχρημα σεπτῶν δογμάτ(ων)·
ἄρδην κατακλύζων τε καὶ σύρων κάτω,
τῶν κακοδόξων τὰς βεβήλους αἱρέσεις·
φρικτὴ βελῶν φαρέτρα δογματοκτόνων·
τῶν συλλογισμῶν πλεκτάνη καὶ σφενδόνη.
τοῖς τοῦ θ(εο)ῦ, φῶς πῦρ δὲ, τοῖς ἀλλοτρίοις·
σάλπιγξ καταπλήττουσα τοὺς ἐναντίους·
πανοπλία, φράττουσα τοὺς κεχρημένους
παντευχία, σφάττουσα τοὺς θεηλάτους· ||
ἀλλ᾽ ὦ μονὰς τρίφωτε· καὶ τριὰς πάλιν.
ἓν φῶς ἀπαστράπτουσα, τῆς θεαρχίας,
τὸν ἥλιον φύλαττε τῶν ἀνακτόρων.
τὸν μηχανουργὸν τῆς τοσαύτης ἰσχύος·
ἔπειτα, τήνδε τὴν σελήνην τοῦ κράτους.
καλὴν βοηθὸν ἐκ θ(εο)ῦ συνημμένην.
καὶ τὸν ποθεινὸν πορφύρας ἑωσφόρον
κάλλιστον ἄνθο(ς)· δεσπότην ἡμῶν νέον·
εἰρηνικὴν σύμπνοιαν ἐν βίω. νέμων·
ζωήν τε μακρὰν. καὶ κακῶν ἐλευθέραν·
καὶ τὴν τελευτὴν, εὐφόρως τελουμένην·
πανοικὶ σώζων· παγγενῆ στέφων ἄνω·
μαρμαρυγὴν ἄφθαρτον ἠμφιεσμένους ∙:∙
Type(s) [2265] Πρόγραμμα βίβλου τῆσδε τῆς τῶν δογμάτων (35 verses)
Text source DBBE (Inspection of a reproduction of the manuscript)
Text status Text completely known
Date 1126-1150
Manuscript VATICAN CITY - Biblioteca Apostolica Vaticana - Vat. gr. 666 [1126-1150]
Place in Manuscript f. 3v-4r
Palaeographical information Written in red ink.
Contextual information The epigram is copied among other paratexts that precede Euthymios Zigabenos' Panoplia Dogmatica.
Metre(s) Dodecasyllable
Genre(s) Text-related epigram
Subject(s) Alexios I Komnenos (1057 - 15/08/1118) - PBW: Alexios/1/
Image source(s) https://digi.vatlib.it/view/MSS_Vat.gr.666/0022
Bibliography
Number of verses 34
Related occurrence(s)
Acknowledgements
Transcriber(s)

The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete.

Permalink https://www.dbbe.ugent.be/occurrences/26763
Last modified: 2024-09-13.