Occurrence 22056
(formerly occ/5924)
(…) θεατά, τὴν παροῦσαν πυκτίδα | |
(...) ὑπτίως σὺ χερσοβατεῖς καρδία, | |
ὁρῶν δὲ χαῖρε καὶ κατατρύφα πλέον | |
τῶ σῶμα καὶ νοῦν καὶ ψυχὴν καὶ καρδίαν | |
ἡδυεπῶν μάλιστα καὶ δυναμένων | |
αὔξειν, τρέφειν χαίρειν τε καὶ σκιρτᾶν λίαν. | |
Ὁρῶν δέ, φίλε, μὴ κενὸς παραδράμης, | |
Καὶ τῶν χαρίτων στερηθεῖς τῶν ἀύλων. | |
Ὁ γὰρ ἔνυλος οὑτοσὶ λειμών, ξένε, | |
ἄυλον οἶδα παρέχειν φυτεργίαν | |
τοῖς συλλέγειν σπεύδουσιν ἐκ ταύτης ἔαρ. | |
Εἴπερ γὰρ ὡς μέλισσα φίλεργος δράμης | |
ἀνθηροχρυσόβλητον συλλέξεις πόαν, | |
ἥτις πεπανθεῖς ἔνδοθη σῶν ἐγκάτων | |
τὸ νέκταρ ὡς γλύκιον ἐκρθύσει πόμα, | |
σταλάζων ἡδὺ καὶ γέμων θυμηδίας | |
καὶ ψυχοτερπὲς τῇ σεαυτοῦ καρδία. |
Last modified: 2017-02-27.