Occurrence 18120
(formerly occ/1426)

Εὐθυμίου α(ρ)χ(ιεπισκόπου) (?) τοῦ ζιγαβηνοῦ
 
Πρόγραμμα βίβλου τῆσδε τῆς τῶν δογμάτ(ων)
Ἀλεξίου φρόντισμα κ(αὶ) γλυκὺς πόνος,
ῥώμης βασιλεύοντος εὐσεβ(ῶς), νέας·
κ(αὶ) φαιδρὸν ἐκλάμποντο(ς) ἀρετῶν σέλας·
κοινωφελὲς σύνταγμα, πίστεως κράτος.
στήλη θριαμβεύουσα τοὺς νόθους λόγους·
ἄθροισις εὐσύνοπτος ὀρθοδοξίας
ἔλεγχος ἐντρέπων τὲ κ(αὶ) καταισχύνων,
τοὺς τῆς ἁληθοῦς πίστεως ἀποστάτας·
θεῖον ταμεῖον ὀργάνων τῶν ἐν μάχαις
ἅπερ καταστρέφουσι τείχη δογμάτων
θ(ε)ῷ μισουμένων τε καὶ λαοπλάνων·
πηγὴ διαυγὴς ἐνθέων διδαγμάτ(ων)
ποταμὸς αὐτόχρημα σεπτῶν δογμάτων·
ἄρδην κατακλύζων τε (...) ‖
τῶν κακοδόξων τὰς βεβὴλους αἱρέσεις,
φρικτὴ βελῶν φαρέτρα δογματοκτόνων·
τῶν συλλογισμῶν πλεκτάνη καὶ σφενδόνη:
τοῖς τοῦ θεοῦ φῶς. πῦρ δὲ τοῖς ἀλλοτρίοις·
σάλπιγξ καταπλήττουσα τοὺς ἐναντίους:·
πανοπλία φράττουσα τοὺς κεχρημένους:
παντευχία σφάττουσα τοὺς θεηλάτους:
ἄλλ᾽ ὦ μονὰς τρίφωτε, καὶ τριὰς πάλιν:·
ἓν φῶς, ἀπαστράπτουσα τῆς θεαρχίας
τὸν ἥλιον φύλαττε τῶν ἀνακτόρων;
τὸν μηχανουργὸν τῆς τοσαύτης ἰσχύος:,
ἔπειτα τήνδε τὴν σελήνην τοῦ κράτους
καλὴν βοηθὸν ἐκ θ(εο)ῦ συνημμένην:-
καὶ τόν ποθεινὸν πορφύρας ἑωσφόρον:·
κάλλιστον ἄνθος, δεσπότην ἡμῶν νέον:·
εἰρηνικὴν σύμπνοιαν ἐν βίω νέμων:-
ζωήν τὲ μακρὰν κ(αὶ) κακῶν ἐλευθέραν:·
καὶ τὴν τελευτὴν εὐφόρως τελουμένην
πανοικί σώζων· παγγενῆ στέφων ἄνω:-
Type(s) [2265] Πρόγραμμα βίβλου τῆσδε τῆς τῶν δογμάτων (35 verses)
Text source DBBE
Text status Text completely known
Date 1251-1500
Manuscript VATICAN CITY - Biblioteca Apostolica Vaticana - Reg. gr. 35 [1251-1300]
Place in Manuscript f. 3r-3v
Palaeographical information Written by a later hand and not by the main scribe of the manuscript.
Part of f. 3r is missing.
Contextual information The epigram is copied among other paratexts that precede Euthymios Zigabenos' Panoplia dogmatica.
Metre(s) Dodecasyllable
Genre(s) Patron-related epigram
Subject(s)
Comment Stevenson (1888: 27) gives only the first verse.
Bibliography
Number of verses 34
Related occurrence(s)
Acknowledgements
Transcriber(s)
Permalink https://www.dbbe.ugent.be/occurrences/18120
Last modified: 2019-06-18.