Type 6014
(formerly typ/4004)

Ὁρῶν, θεατά, βίβλον ηὐτελισμένην
μὴ παραδράμης τῶν γεγραμμένων λόγους,
ἀλλ’ εἴγε πολλαῖς μὴ προσανέχειν θέλεις
βίβλοις τὰ πολλὰ καὶ δαπανᾶν τὸν χρόνον,
κενὸν τιθεὶς σπούδασμα πάντα τὸν βίον·
ποθεῖς δ’ ἔχειν ἄριστον ἐν βραχεῖ τύπον
ἠθῶν, ἔργων, λόγων τε καὶ θεωρίας,
κόλπους ἐρευνῶν τοὺς ἐμοὺς πόθου τύχης.
πηγὴ γάρ εἰμι παγκάλων σοφῶν λόγων,
οἷς ἄρδεται νοῦς καὶ ποτίζονται φρένες,
καὶ κόσμον ἤθη τὸν πρέποντα λαμβάνει.
πάσας γὰρ ἔνδον τὰς ἐπιστήμας φέρω
κατὰ τρόπον πρέποντα συντεταγμένας,
κάτωθεν ἄνω τεχνικῶς ἀνηγμένας
νοῦν γῆθεν ἀνυψούσας εἰς πόλου πλάτη.
ἔχω γὰρ ἰδοὺ τὰς ἀπαρχὰς τῶν λόγων,
τὴν ῥητορικὴν ἐν βραχεῖ συνηγμένην,
γλῶσσαν παροτρύνουσαν ἀτρέστως λέγειν
πυρὸς μένος πνείουσαν, ὥς που τις ἔφη,
θέμεθλον ὥσπερ ἀκλόνητον τῶν λόγων.
στερρὰς στάσεις φέρουσαν ἡδραιωμένας·
μακρὰς τὰς εὑρέσεις τε καὶ πολυτρόπους,
μεθ’ ὧν χορείαν ἰδεῶν καλλιφράδων.
ἔτι τε δεινοτάτην τεχνικωτάτην.
ὄργανον εὐθὺς τῆς λογικῆς τὸ κλέος,
ἢ συλλογισμῶν πλεκτάνη καὶ σφενδόνη,
ἀντιθέσεις τε καὶ στροφὰς τὰς ἐν λόγοις
δυσεξοδεύτους λαβυρινθώδεις ἄγαν
δεινῶς ἀνατρέπουσα λίαν ἐντέχνως,
νόθους ἀποπτύουσα, τοὺς δ’ αὖ γνησίους
ποθοῦσα καὶ στέργουσα καὶ κολπουμένη.
κανὼν ἀκριβῶς τοῦ σοφοῦ τεχνογράφου,
λίθος δοκιμάζουσα Λυδία λόγους,
αὔχημα τερπνὸν τῶν Σταγειρίτου βίβλων,
βοὴ καταπλήττουσα τοὺς ἐναντίους.
φρικτὴ βελῶν φαρέτρα τοῖς ἀλλοτρίοις,
χρηστῶν ταμεῖον ὀργάνων τῶν ἐν μάχαις.
ἄθρει, θεατά, καὶ φυσικῶν τοὺς λόγους,
ἄνωθεν ἐκλάμποντας ἐκ τῶν ἀδύτων,
τῆς πανσθενουργοῦ καὶ σοφῆς πανταιτίας,
καὶ μέχρι γῆς πυρός τε καὶ τῶν ἐν μέσῳ
ἱκνουμένους νεύματι τοῦ παντεργάτου,
πέρατα καὶ σχήματα καὶ διαστάσεις,
ὅρους, ἀριθμοὺς, ἰδέας διαφόρους,
ῥυθμοὺς, κινήσεις, ἠρεμίας καὶ στάσεις,
ποιά, ποσά, χρώματά τε ποικίλα,
διδόντας αὐτοῖς ποικιλοτρόπως ἄγαν
καὶ τὴν ἀκαλλῆ τρύγα τῶν ὄντων τέως,
εἰς τάξιν ἀμείβοντας εἰδῶν κοσμίως
ζώων φυτῶν τε καὶ βοτανῶν καὶ λίθων,
βροτῶν ὑπερβαίνοντα γνῶσιν καὶ λόγον·
φύσις γάρ ἐστιν ὄργανον τεχνουργίας
τῆς παραγωγοῦ τῶν ἁπάντων αἰτίας.
μὴ δὴ παρέλθῃς καὶ φύσιν τὴν ἰδίαν,
ἄνθρωπε, μαθεῖν αὖθις ἐκ τῶν κειμένων.
ἀλλ’ εἴγε ταύτην ἀσφαλῶς γνῶναι θέλεις,
πρόκυψον, ἰδού· τὰ γεγραμμένα σκόπει·
περὶ ψυχῆς γὰρ οὐσίας ἀσωμάτου
καὶ πηλίνου σώματός εἰσιν οἱ λόγοι,
ἄμφω δὲ πράξεις, ἔργα, δυνάμεις, πάθη
ἴδια καὶ κοινά τε καὶ κατὰ μέρος
ἄριστα δεικνύοντες ἐντέχνως λίαν·
καὶ δοξάσεις μάλιστα τὸν κοσμεργάτην,
ἄρρητον ἰδὼν δημιουργίας τρόπον
καὶ κρᾶσιν ἀσύγχυτον ἐξ ἐυτεχνίας
εἴδους νοητοῦ καὶ παχυτάτης ὕλης.
οἶμαί σε καὶ γὰρ αὐτόπτως τεθηπότα
Δαυὶδ τὰ ῥητὰ κατὰ νοῦν ἀεὶ στρέφειν.
ἑξῆς δὲ τούτων ἡ τετρὰς μαθημάτων
δίκην κλίμακος ἐν μέσῳ πως κειμένη
τῶν φυσικῶν ὁμοῦ τε καὶ νοουμένων
θαυμασίως ἄγει σε καὶ κατὰ λόγον
ἐκ τῶν ὑλικῶν εἰς ἄυλον οὐσίαν.
ὥς πού τις ἐφθέγξατο τῶν σοφῶν πάλαι.
ἄνελθε λοιπὸν καὶ ταπεινὰ μὴ φρόνει,
κτίσματα λιπὼν καὶ λόγους τούτων κάτω,
τὸν νοῦν τὸν οὐράνιον ἐξάρας ἄνω,
ζητοῦντα καλῶς τοὺς ψυχοτρόφους λόγους
τῆς ὑψοποιοῦ πρακτικῆς καὶ δογμάτων,
ἐξ ἧς μὲν ἠθῶν καὶ λόγων καὶ πρακτέων
χάριν ἀπαντλήσειας ἀφθονωτάτην,
τέθριππον εὑρὼν ἀρετῶν ὑπερτάτων,
ἅρμα φαεινὸν, σεμνὸν, οὐρανοδρόμον,
ἅρμα φλέγον κάκιστα δαιμόνων στίφη,
κατάγων αὐτοὺς μέχρις ᾅδου πυθμένος,
πιστοὺς δ’ ἀνάγων τῶν ὁρωμένων ἄνω·
ἐν ᾧ καθήσας καὶ κρατήσας ἡνίας,
ὡς πρὶν Ἡλίας Θεσβίτης ὁ πυρίπνους
κούφως ἐπαρθεὶς γῆθεν ἀπτέρῳ τάχει
πόλου τὰ λαμπρὰ καταλάβης χωρία,
ἔνθα κατιδὼν ἀγαθῶν εὐδενδρίαν
κήπου νοητοῦ, τοῦ παραδείσου λέγω,
καρποὺς ἀρίστους καὶ τρυγήσεις καὶ φάγης
καὶ τὸν φυτουργὸν εὐλογήσεις δεσπότην·
ἀφ’ ὧν δ’ ἀμυδρὰς εἰκόνας τε καὶ τύπους
ὡς ἐν κατόπτρῳ τῆς διανοίας βίβλῳ
λάβῃς ἀληθεῖς τῆς θεοῦ φαντασίας
ἐκ τῶν ἀληθῶν πνευματολέκτων λόγων.
εἰ δ’ οὖν πόνον σώματος ἀργείαν ἄγεις
καὶ τὴν λύχνον αἴσθησιν ἄγχεις ἐμφρόνως,
ἔνθεν κἀκεῖθεν ἀλόγως στροβουμένην,
ἄγαν ἀκρατῶς ἐμμανῶς οἰστρουμένην,
καταχαλῶσαν καὶ κατασπῶσαν κάτω
οὐράνιον νῦν αἰθεροδρόμον φύσιν
τῆς δ’ αὖ γε φαντασίας ὄγκους καὶ τύπους,
χρώματα πάντα καὶ πάσας διαστάσεις
στερρῶς καθείρξεις κατὰ χώραν ἐμμένειν.
τὸν νοῦν δ’ ἀμιγῆ παντὸς ὄγκου καὶ τύπου,
καθαρόν, ἀσύγχυτον, ἁπλοῦν καὶ μόνον
εἰς ὕψος ἀρης τοῦ θεοῦ θεωρίας.
πάντως μυηθείς, ὡς ἐφικτόν σοι, φίλος,
ἐν ἡσύχῳ σοῦ τοῦ νοὸς καταστάσει.
ἄρρητα μυστήρια τῶν ἀποκρύφων.
τῆς προσκυνητῆς πανσθενουργοῦ τριάδος
τὰ δ’ εἰσὶ ταῦτα, καὶ σκόπει μετὰ δέους
ἓν αὐτολαμπὲς παράγωγον τῶν ὅλων,
ὂν αὐτάγαθον, αὐτόφως, αὐτουσίαν,
ἄναρχον ἀρχήν, αὐθέδραστον αἰτίαν,
ζωὴν προαιώνιον ἀειζωίαν,
δύναμιν ἀκάματον, ἄτρυτον κράτος,
ἀπειρίαν ἄπειρον, αὐταπειρίαν,
νοῦν δημιουργόν, τεχνίτην παντεργάτην,
σοφίαν ἀνείκαστον, αὐτογνωσίαν,
πέρας ἀπειρότατον ἐξ ἀπειρίας,
αἴγλην μίαν τρίφωτον ἀπείρου φάους,
φῶς τρίτον ἁπλοῦν τῆς μιᾶς θεαρχίας,
ἕνωσιν ἀσύγχυτον ἀφράστῳ τρόπῳ,
διαίρεσιν ἄτμητον ἀῤῥήτῳ λόγῳ,
ἄτμητον ἀσύγχυτον ἁπλῆν τριάδα,
τριῶν ἀπείρων ἄπλετον συμφυΐαν,
πατήρ, λόγος καὶ πνεῦμα, ταῦτα τὰ τρία,
ἐν τρισὶ μία φύσις, ἓν δὲ τὰ τρία·
ὧ δόξα, τιμὴ καὶ κράτος πρέπει μόνῳ.
ἀεί τε καὶ νῦν καὶ τὸν ἅπαντα χρόνον.
τούτοις ἰθύνων σαυτὸν οὐχ ἕξεις ψόγον,
κλεινὸς τρόποις ἔσῃ δὲ καὶ σοφὸς λόγοις,
εἰδὼς ἀκριβῶς τοὺς λόγους τῶν κτισμάτων,
ἔτι τε τὸν κτίσαντα ταῦτα δεσπότην.
μέμνησο δ’ ὦ τὰν Ἰωσὴφ Ῥακενδύτου,
μετὰ πόνου πλείστου με συντεταχότος.
Title(s) Στίχοι ἰαμβικοὶ περιέχοντες ἐν ἐπιτομῇ τὴν ἅπασαν ὑπόθεσιν καὶ δύναμιν τῶν ἐγκειμένων τῇδε τῇ βίβλῳ εὐσυνάπτων μαθημάτων
Text source M. Treu 1899, Der Philosoph Joseph, Byzantinische Zeitschrift, 8, 1-64: 39-42
Text status Text completely known
Editorial status Critical text
Genre(s) Text-related epigram
Person(s)
Poet
Ioseph (13th-14th c.) - PLP: IV.9078 (monotropos, rhakendytes)
Metre(s) Dodecasyllable
Subject(s) Ioseph (13th-14th c.) - PLP: IV.9078 (monotropos, rhakendytes)
Tag(s)
Critical Notes 73 ἄυλον ] ἄϋλον conj.
Translation(s) I am the source of all beautiful and wise words,
by which the mind is moistened and the brains are sprinkled
and manners take the appropriate order.
For I hold within all knowledge,
appropriately arranged.
(translation of vv. 9-13)
Language
English
Source(s)
E. Gielen 2013, Ad maiorem Dei gloriam. Joseph Rhakendytès' synopsis of Byzantine learning, in J. König, G. Woolf (eds.), Encyclopaedism from Antiquity to the Renaissance, Cambridge, 259-276: 262
Comment Text from Treu's edition.
Bibliography
Number of verses 140
Occurrence(s)
Acknowledgements

The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete.

Identification Vassis ICB 2005, 548: "Ioseph Rhacendytes, In librum suum (synopsis philosophiae)"
Permalink https://www.dbbe.ugent.be/types/6014
Last modified: 2020-08-21.