Occurrence 23500
(formerly occ/7429)

Τοῦ αὐτοῦ· στίχοι ἰαμβικοί, περιέχοντες ἐν ἐπιτομῆ τὴν ἅπασαν ὑπόθεσιν (καὶ) τάξιν καὶ δύναμιν τῶν ἐγκειμένων τῆδε τῆ βίβλω, εὐσυνόπτων μαθημάτων:
 
Ὁρῶν θεατά βίβλον ηὐτελισμένην,
μὴ παραδράμ(ης) τῶν γεγραμμέν(ων) λόγους,
ἀλλ’ εἴγε πολλαῖς μὴ προσανέχ(ειν) θέλεις
βίβλ(οις) τὰ πολλὰ καὶ δαπανᾶν τὸν χρόνον.
κενὸν τιθεὶς σπούδασμα πάντα τ(ὸν) βίον·
ποθεῖς δ’ ἔχειν ἄριστον ἐν βραχεῖ τύπον·
ἠθῶν· ἔργων· λόγων τε κ(αὶ) θεωρίας,
κόλπους ἐρευνῶν τοὺς ἐμοὺς πόθου τύχ(ης)
πηγὴ γάρ εἰμί παγκάλ(ων) σοφ(ῶν) λόγων·
οἷς ἄρδεται νοῦς κ(αὶ) ποτίζονται φρένες,
κ(αὶ) κόσμον ἤθη τ(ὸν) πρέποντα λαμβάνει:
πάσ(ας) γὰρ ἔνδον τὰς ἐπιστήμ(ας) φέρω
κατὰ τρόπον πρέποντα συντεταγμέν(ας),
κάτωθ(εν) ἄνω τεχνικ(ῶς) ἀνηγμένας
νοῦν γῆθ(εν) ἀνυψούσ(ας) εἰς πόλου πλάτη:
ἔχω γὰρ ἰδοὺ τὰς ἀπαρχὰς τῶν λόγ(ων)·
τὴν ῥητορικ(ὴν) ἐν βραχεῖ συνηγμένην·
γλῶσσ(αν) παροτρύνουσαν ἀτρέστ(ως) λέγ(ειν)
πυρὸς μένος πνείουσ(αν), ὥς που τις ἔφη,
θέμεθλον (ὥσ)περ ἀκλόνητον τῶν λόγων.
στερρ(ὰς) στάσεις φέρουσ(αν) ἡδραιωμένας·
μακρ(ὰς) τὰς εὑρέσεις τε (καὶ) πολυτρόπ(ους)·
μεθ’ ὧν χορεί(αν) ἰδεῶν καλλιφράδων,
ἔτι τέ δεινοτήτα τεχνικωτάτην·
ὄργανον εὐθὺς τῆς λογικῆς τὸ κλέος,
ἢ συλλογισμ(ῶν) πλεκτάνη κ(αὶ) σφενδόνη,
ἀντιθέσεις τε (καὶ) στροφὰς τὰς ἐν λόγοις,
δυσεξοδεύτους λαβυρινθώδεις ἄγαν·
δειν(ῶς) ἀνατρέπουσα λίαν ἐντέχνως,
νόθους ἀποπτύουσα· τοὺς δ’ αὖ γνησίους
ποθοῦσα (καὶ) στέργουσα (καὶ) κολπουμένη·
κανὼν ἀκριβής τοῦ σοφοῦ τεχνογράφου·
λίθος δοκιμάζουσα λυδία λόγους·
αὔχημα τερπνὸν τῶν σταγειρίτου βίβλων·
βοὴ καταπλήττουσα τοὺς ἐναντίους·
φρικτὴ βελῶν φαρέτρα τοῖς ἀλλοτρίοις·
χρηστῶν ταμεῖον ὀργάνων τῶν ἐν μάχαις.
ἄθρει θεατά (καὶ) φυσικῶν τοὺς λόγους,
ἄνωθεν ἐκλάμποντας ἐκ τῶν ἀδύτων·
τῆς πανσθενουργοῦ (καὶ) σοφῆς πανταιτί(ας)
(καὶ) μέχρι γῆς πυρός τε (καὶ) τῶν ἐν μέσω,
ἱκνουμένους νεύματι τοῦ παντεργάτου·
πέρατα· κ(αὶ) σχήματα, καὶ διαστάσεις·
ὅρους ἀριθμούς· ἰδέας διαφόρους·
ῥυθμούς· κινήσεις· ἠρεμίας (καὶ) στάσεις·
ποιά· ποσά· χρώματά τε ποικίλα·
διδόντας αὐτοῖς, ποικιλοτρόπ(ως) ἄγαν·
κ(αὶ) τὴν ἀκαλλῆ τρύγα τῶν ὄντων τέως,
εἰς τάξιν ἀμείβοντας εἰδῶν κοσμίως·
ζώων φυτῶν τε κ(αὶ) βοτανῶν κ(αὶ) λίθων,
βροτῶν ὑπερβαίνοντα γνῶσιν κ(αὶ) λόγον·
φύσις γάρ ἐστιν ὄργανον τεχνουργίας,
τῆς παραγωγοῦ τῶν ἁπάντων αἰτίας·
μὴ δὴ παρέλθης καὶ φύσιν τὴν ἰδίαν,
ἄνθρωπε μαθεῖν αὖθις ἐκ τῶν κειμένων.
ἀλλ’ εἴγε ταύτην ἀσφαλῶς γνῶναι θέλεις,
πρόκυψον, ἰδοὺ τὰ γεγραμμένα σκόπει·
περὶ ψυχῆς γὰρ οὐσίας ἀσωμάτου,
(καὶ) πηλίνου σώματος εἰσίν οἱ λόγοι·
ἄμφω δὲ πράξεις· ἔργα· δυνάμεις· πάθη,
ἴδια (καὶ) κοινά τε (καὶ) κατὰ μέρος,
ἄριστα δεικνύοντες ἐντέχνως λίαν,
(καὶ) δοξάσεις μάλιστα τὸν κοσμεργάτην·
ἄρρητον ἰδὼν δημιουργίας τρόπον· ||
καὶ κρᾶσιν ἀσύγχυτον ἐξ ἐυτεκνίας,
εἴδους νοητοῦ καὶ παχυτάτης ὕλης·
οἶμαι σε καὶ γὰρ ἐκτόπτως τεθηπότα·
δα(υὶ)δ τὰ ῥητὰ κατ(ὰ) νοῦν ἀεὶ στρέφειν·
ἑξῆς δὲ τούτων ἡ τετρὰς μαθημάτων,
δίκην κλίμακος ἐν μέσω π(ως) κειμένη·
τῶν φυσικῶν ὁμοῦ τε κ(αὶ) νοουμένων,
θαυμασίως ἄγει σε (καὶ) κατὰ λόγον·
ἐκ τῶν ὑλικῶν εἰς ἄυλον οὐσίαν,
ὥς πού τις ἐφθέγξατο τῶν σοφ(ῶν) πάλαι·
ἄνελθε λοιπὸν κ(αὶ) ταπεινὰ μὴ φρόνει,
κτίσματα λιπὼν κ(αὶ) λόγους τούτων κάτω,
τὸν νοῦν τὸν οὐράνιον ἐξάρας ἄνω,
ζητοῦντα καλῶς τοὺς ψυχοτρόφ(ους) λόγους,
τῆς ὑψοποιοῦ πρακτικῆς κ(αὶ) δογμάτων·
ἐξ ἧς μὲν ἠθῶν καὶ λόγ(ων) καὶ πρακτέων,
χάριν ἀπαντλήσειας ἀφθονωτάτην·
τέθριππον εὑρὼν ἀρετ(ῶν) ὑπερτάτων·
ἅρμα φαεινὸν σεμνὸν οὐρανοδρόμον·
ἅρμα φλέγον κάκιστα δαιμόνων στίφη·
κατάγον αὐτοὺς μέχρις ἅδου πυθμένος·
πιστοὺς δ’ ἀνάγον τῶν ὁρωμένων ἄνω·
ἐν ὧ καθήσας (καὶ) κρατήσας ἡνίας,
ὡς πρὶν ἡλίας θεσβίτης ὁ πυρίπνους,
κούφως ἐπαρθεὶς γῆθεν ἀπτέρω τάχει,
πόλου τὰ λαμπρὰ καταλάβης χωρία·
ἔνθα κατιδὼν ἀγαθῶν εὐδενδρίαν,
κήπου νοητοῦ τοῦ παραδείσου λέγω,
καρποὺς ἀρίστους καὶ τρυγήσεις (καὶ) φάγης
(καὶ) τὸν φυτουργὸν εὐλογήσεις δεσπότην·
ἀφ’ ὧν δ’ ἀμυδρὰς εἰκόνας τε (καὶ) τύπους
ὡς ἐν κατόπτρω τῆς διανοίας βίβλω,
λάβης ἀληθεῖς τῆς θε(οῦ) φαντασίας,
ἐκ τῶν ἀληθῶν πνευματολέκτων λόγων·
εἰ δ’ οὖν πόνων σώματος ἀργίαν ἄγεις·
καὶ τὴν λύχνον αἴσθησιν ἄγχεις ἐμφρόν(ως)
ἔνθ(εν) κἀκεῖθεν ἀλόγως στροβουμένην·
ἄγαν ἀκρατ(ῶς) ἐμμανῶς οἰστρουμένην,
καταχαλῶσ(αν) (καὶ) κατασπῶσαν κάτω
οὐράνιον νοῦν αἰθεροδρόμον φύσιν·
τῆς δ’ αὖ γε φαντασί(ας) ὄγκους κ(αὶ) τύπους·
χρώματα πάντα (καὶ) πάσ(ας) διαστάσεις
στερρῶς καθείρξεις κατὰ χώρ(ας) ἐμμέν(ειν),
τὸν νοῦν δ’ ἀμιγῆ παντὸς ὄγκου κ(αὶ) τύπου·
καθαρὸν ἀσύγχυτον ἁπλοῦν (καὶ) μόνον·
εἰς ὕψος ἄρης τῆς θεοῦ θεωρίας,
πάντως μυηθης ὡς ἐφικτόν σοι φίλος,
ἐν ἡσύχω σοῦ τοῦ νοὸς καταστάσει·
ἄρρητα μυστήρια τῶν ἀποκρύφ(ων).
τῆς προσκυνητ(ῆς) πανσθενουργοῦ τριάδος·
τὰ δ’ εἰσὶ ταῦτα· (καὶ) σκόπει μετὰ δέους·
ἓν αὐτολαμπὲς παράγωγον τῶν ὅλων
ὂν αὐτάγαθον· αὐτόφως· αὐτουσίαν·
ἄναρχον ἀρχὴν αὐθέδραστον αἰτίαν·
ζωὴν προαιώνιον, ἀειζωίαν·
δύναμιν ἀκάματον ἄτρυτον κράτος·
ἀπειρίαν ἄπειρον αὐταπειρίαν·
νοῦν δημιουργόν τεχνίτ(ην) παντεργάτην·
σοφίαν ἀνείκαστον αὐτογνωσίαν·
πέρας ἀπειρότατον ἐξ ἀπειρίας·
αἴγλην μί(αν) τρίφωτον ἀπείρου φάους·
φῶς τρίτον ἁπλοῦν τῆς μι(ᾶς) θεαρχί(ας)·
ἕνωσιν ἀσύγχυτον ἀφράστω τρόπω·
διαίρεσιν ἄτμητον ἀρρήτω λόγω·
ἄτμητον ἀσύγχυτον ἁπλῆν τριάδα,
τριῶν ἀπείρων ἄπλετον συμφυΐ(αν)·
π(ατ)ήρ λόγος (καὶ) πνεῦμα ταῦτα τὰ τρία·
ἐν τρισὶ μία φύσις· ἓν δὲ τὰ τρία·
ὧ δόξα τιμὴ (καὶ) κράτος πρέπει μόνω,
ἀεί τε (καὶ) νῦν (καὶ) τὸν ἅπαντα χρόνον· ||
τούτοις ἰθύνων σαυτόν, οὐχ ἕξεις ψόγον·
κλεινὸς τρόποις ἔση δέ κ(αὶ) σοφὸς λόγοις·
εἰδὼς ἀκριβῶς τοὺς λόγους τῶν κτισμάτ(ων)·
ἔτι τὲ τὸν κτίσαντα ταῦτα δεσπότην·
μέμνησο δ’ ὦ τὰν ἰωσὴφ ῥακενδύτου,
μετὰ πόνου πλείστου με συντεταχότος.
Type(s) [6014] Ὁρῶν, θεατά, βίβλον ηὐτελισμένην (140 verses)
Text source DBBE
Text status Text completely known
Date 14th c.
Manuscript VATICAN CITY - Biblioteca Apostolica Vaticana - Barb. gr. 213 [14th c.]
Place in Manuscript f. 5r-6r
Palaeographical information The title is written in red ink.
Metre(s) Dodecasyllable
Genre(s)
Subject(s) Ioseph (13th-14th c.) - PLP: IV.9078 (monotropos, rhakendytes)
Comment Mogenet (1989: 53) gives only part of the poem's title and he refers to the editions of Walz (1834: 473-477) and Treu (1899: 39-42).
Image source(s) https://digi.vatlib.it/view/MSS_Barb.gr.213/0015
Bibliography
Number of verses 140
Related occurrence(s)
Acknowledgements
Creator(s)
Transcriber(s)
Contributor(s)

The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete.

Permalink https://www.dbbe.ugent.be/occurrences/23500
Last modified: 2019-05-29.