Occurrence 18014
(formerly occ/1317)

πρόγραμμα βίβλου τῆσδε τῆς τῶν δογμάτων:·
 
Ἀλεξίου φρόντισμα καὶ γλυκὺς πόνος·
ῥώμης βασιλεύοντος εὐσεβῶς, νέας·
καὶ φαιδρὸν ἐκλάμποντος ἀρετῶν σέλας·
κοινωφελὲς σύνταγμα· πίστεως κράτος·
στήλη θριαμβεύουσα τοὺς νόθους λόγους·
ἄθροισις εὐσύνοπτος ὀρθοδοξίας·
ἔλεγχος ἐντρέπων τε καὶ καταισχύνων,
τοὺς τῆς ἁληθοῦς πίστεως ἀποστάτας·
θεῖον ταμεῖον ὀργάνων τῶν ἐν μάχαις
ἅπερ καταστρέφουσι τείχη δογμάτων,
θ(ε)ωμισουμένων τε καὶ λαοπλάνων·
πηγὴ διαυγὴς ἐνθέων διδαγμάτων·
ποταμὸς αὐτοχρημα σεπτῶν δογμάτων·
ἄρδην κατακλύζων τε καὶ σύρων κάτω,
τῶν κακοδόξων τὰς βεβήλους αἱρέσεις·
φρικτὴ βελῶν φαρέτρα δογματοκτόνων·
τῶν συλλογισμῶν πλεκτάνη (καὶ) σφενδόνη·
τοῖς τοῦ θ(ε)οῦ φῶς· πῦρ δὲ τοῖς ἀλλοτρίοις·
σάλπιγξ καταπλήττουσα τοὺς ἐναντίους
πανοπλία φράττουσα τοὺς κεχρημένους·
παντευχία σφάττουσα τοὺς θεηλάτους·
ἀλλ᾽ ὦ μονὰς τρίφωτε (καὶ) τριὰς πάλιν,
ἓν φῶς ἀπαστράπτουσα τῆς θεαρχίας,
τὸν ἥλιον φύλαττε τῶν ἀνακτόρων·
τὸν μηχανουργὸν τῆς τοσαύτης ἰσχύος·
ἔπειτα τήνδε τὴν σελήνην τοῦ κράτους·
(...)αλὴν βοηθὸν ἐκ θ(ε)οῦ συνημμένην·
(...)αὶ τὸν ποθεινὸν πορφύρας ἑωσφόρον·
(...)άλλιστον ἄνθος δεσπότην ἡμῶν νέον·
(...)ρηνικὴν σύμπνοιαν ἐν βίω νέμων
(...)ν τε μακρὰν καὶ κακῶν ἐλευθέραν·
(...) τὴν τελευτὴν, ἐμφρόνως τελουμένην·
(...)οικὶ σώζων· παγγενῆ στέφων ἄνω,
(...)ρμαρυγὴν ἄφθαρτον ἠμφιεσμένους:–
Type(s) [2265] Πρόγραμμα βίβλου τῆσδε τῆς τῶν δογμάτων (35 verses)
Text source DBBE (Autopsy of the manuscript)
Text status Text completely known
Date 12th c.
Manuscript VATICAN CITY - Biblioteca Apostolica Vaticana - Vat. gr. 2172 [12th c.]
Place in Manuscript f. 1v
Contextual information Metrical prologue to the Panoplia Dogmatica.
The epigram is followed by another poem, inc. 'Ὡς ηὐδόκησεν ὁ κρατῶν στεφηφόρος'.
Metre(s) Dodecasyllable
Genre(s) Text-related epigram
Subject(s) Alexios I Komnenos (1057 - 15/08/1118) - PBW: Alexios/1/
Comment Lilla (1985: 37) refers to PG 130,19.
Bibliography
Number of verses 34
Related occurrence(s)
Acknowledgements
Transcriber(s)

The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete.

Permalink https://www.dbbe.ugent.be/occurrences/18014
Last modified: 2019-06-18.