Occurrence 23559
(formerly occ/7491)

⁘ πρόγραμμα βίβλου τῆσδε τ(ῆς) τῶν δογμάτων:-
 
Ἀλεξίου φρόντισμα καὶ γλυκύς πόνος·
ῥώμης βασιλεύοντος εὐσεβῶς νέας·
καὶ φαιδρὸν ἐκλάμποντος ἀρετῶν σέλας·
κοινοφελὲς σύνταγμα πίστεως κράτος·
στήλη θριαμβεύουσα τοὺς νόθους λόγους·
ἄθροισις εὐσύνοπτος ὀρθοδοξίας·
ἔλεγχος ἐντρέπων τε (καὶ) καταισχύνων,
τοὺς τῆς ἀληθοῦς πίστεως ἀποστάτας·
θεῖον ταμεῖον ὀργάνων τῶν ἐν μάχαις·
ἅπερ καταστρέφουσι τείχη δογμάτων·
θ(ε)ῶ μισουμένων τε καὶ λαοπλάνων·
πηγὴ διαυγὴς ἐνθέων διδαγμάτων·
ποταμὸς αὐτόχρημα σεπτῶν δογμάτων·
ἄρδην κατακλύζων τε (καὶ) σύρων κάτω·
τῶν κακοδόξων τὰς βεβήλους αἱρέσεις·
φρικτὴ βελῶν φαρέτρα δογματοκτόνων·
τῶν συλλογισμῶν πλεκτάνη καὶ σφενδόνη·
τοῖς τοῦ θ(εο)ῦ, φῶς· πῦρ δὲ τοῖς ἀλλοτρίοις·
σάλπιγξ καταπλήττουσα τοὺς ἐναντίους·
πανοπλία φράττουσα τοὺς κεχρημένους·
παντευχία σφάττουσα τοὺς θεηλάτους·
ἀλλ᾽ ὦ μονὰς τρίφωτε καὶ τριὰς πάλιν;
ἐν φῶς ἀπαστράπτουσα τῆς θεαρχίας,
τὸν ήλιον φύλαττε τῶν ἀνακτόρων·
τὸν μηχανουργὸν τῆς τοσαύτης ἰσχύος·
ἔπειτα τήνδε τὴν σελήνην τοῦ κράτους· ||
(...)
This is a partially unknown text. The numbers on the left are there for reference purposes only and do not necessarily correspond with the actual verse number.
Type(s) [2265] Πρόγραμμα βίβλου τῆσδε τῆς τῶν δογμάτων (35 verses)
Text source DBBE (Inspection of a reproduction of the manuscript)
Text status Text partially unknown
Date 15th c.
Manuscript MOSCOW - Gosudarstvennyj Istoričeskij Musej (GIM) - Sinod. gr. 49 (Vlad. 227) [15th c.]
Place in Manuscript f. 1r-1v
Contextual information It is followed by the epigram, inc. 'ὡς ηὐδόκησε ὁ κρατῶν στεφηφόρος'.
Metre(s) Dodecasyllable
Genre(s)
Subject(s) Alexios I Komnenos (1057 - 15/08/1118) - PBW: Alexios/1/
Image source(s) https://catalog.shm.ru/entity/OBJECT/175748
Bibliography
Number of verses 35
Related occurrence(s)
Acknowledgements Information on the occurrence courtesy of Georgi Parpulov.

Creator(s)
Transcriber(s)

The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete.

Permalink https://www.dbbe.ugent.be/occurrences/23559
Last modified: 2024-09-05.