Occurrence 17974
(formerly occ/1270)
Ὁρᾶς θεατὰ τὴν παροῦσαν πυκτίδα. | |
πέφυκεν αὕτη Γρηγορίου πανσόφου | |
τοῦ θεολόγου, τῆς βροντῆς τῶν δογμάτων | |
τοῦ τὰς φάλαγγας κακοδόξων ἁπάσας | |
πυρὶ καταφλέξαντος ἀσβέστω λόγου. | |
πίστιν δὲ τρανώσαντος αὐτὴν, ὡς θέμις | |
τήν τῆς Τριάδος καὶ σοφῆς μοναρχίας. | |
κτᾶται δὲ ταύτην ἐν διαπύρω πόθω | |
ὁ Συναδηνὸς Κομνηνὸς Ἰωάννης | |
ἀνακτόγαμβρος, στρατοπεδάρχης μέγας. | |
οὐδεὶς γὰρ ἄλλος τῶν βροτῶν τῶν ἐν βίω | |
στρατηγικαῖς χάρισιν ἠγλαϊσμένος | |
καὶ βασιλικαῖς ἀξίαις ἐστεμμένος | |
τοσαύτας αὐχεῖ θείας ἱερὰς βίβλους | |
ὡς οὗτος ἀνὴρ παγκλεής τε καὶ μέγας | |
καὶ γὰρ κενοῖ πάντα γε τὸν τούτου βίον | |
εἰς κτῆσιν αὐτῶν τῶν θεηγόρων βίβλων | |
κενοῖ χρυσόν τε καὶ λίθους (καὶ) μαργάρους | |
πρὸς κτῆσιν αὐτῶν τῶν λογίων κυρίου, | |
τῶν ὡς ἀληθῶς ὑπὲρ χρυσίον ὄντων | |
καὶ τιμιωτέρων τε τῶν διαφανῶν λίθων, | |
οὐ φείδεται χρημάτων οὐδὲ κτημάτων | |
οὐ παντοδαπῆς τιμίας ἄλλης ὕλης | |
μία δέ τις ἔνεστιν ἡ προθυμία | |
ἡ τῶν ἁπασῶν ἱερῶν κτῆσις βίβλων. | |
ὑπὲρ δὲ ταύτης τῆς καλλίστης ἀγάπης, | |
ἣν πρὸς Θεὸν ἔχει τὲ καὶ πρὸς τὰς βίβλους, | |
ἐνταῦθα μὲν λήψαιτο τοὺς μισθοὺς, ὅσους | |
ὡς παμμυρίους ναὶ μὰ τὸν φήσαντά γε, | |
μετὰ μόρον δὲ, τὸν παράδεισον λάχος | |
καὶ τὴν ἀνεκλάλητον τρυφὴν τὴν ἄνω, | |
ἣν ἐβράβευσε τοῖς δικαίοις πρὸ χρόνων :- |
Last modified: 2016-09-05.