Occurrence 23502
(formerly occ/7431)

τοῦ αὐτοῦ στίχοι ἰαμβικοὶ περιέχοντες ἐν ἐπιτομῆ τὴν ἅπασαν ὑπόθεσιν καὶ δύναμιν τῶν ἐγκειμένων τῆδε τῇ βίβλω εὐσυνάπτων μαθημάτων
 
Ὁρῶν θεατά βίβλον ηὐτελισμένην
μὴ παραδράμης τῶν γεγραμμένων λόγους·
ἀλλ’ εἴγε πολλαῖς μὴ προσανέχειν θέλεις.
βίβλοις τα πολλά καὶ δαπανᾶν τὸν χρόνον
κενὸν τιθεὶς σπούδασμα πάντα τὸν βίον·
ποθεις δ’ ἔχειν ἄριστον ἐν βραχεῖ τύπον
ἠθῶν. ἔργων, λόγων τε, καὶ θεωρίας,
κόλπους ἐρευνῶν τοὺς ἐμοὺς πόθου τύχης.
πηγὴ γάρ εἰμὶ παγκάλων σοφῶν λόγων·
οἷς ἄρδεται νοῦς καὶ ποτίζονται φρένες·
καὶ κόσμον ἤθη τὸν πρέποντα λαμβάνει.
πάσας γὰρ ἔνδον τὰς ἐπιστήμας φέρω,
κατὰ τρόπον πρέποντα συντεταγμένας.
κάτωθεν ἄνω τεχνικῶς ἀνηγμένας
νοῦν γῆθεν ἀνυψούσας εἰς πόλου πλάτη·
ἔχε γὰρ ἰδοὺ τὰς ἀπαρχὰς τῶν λόγων·
τὴν ῥητορικὴν ἐν βραχεῖ συνηγμένην,
γλῶσσαν παροτρύνουσαν ἀτρέστως λέγειν
πυρὸς μένει πλείουσαν, ὥς που τις ἔφη,
θέμεθλον ὥσπερ ἀκλόνητον τῶν λόγων·
στερραὶ στάσεις φέρουσαν ἡδραιωμένας·
μακρὰς τὰς εὑρέσεις τε καὶ πολυτρόπους,
μεθ’ ὧν χωρείαν ἰδεῶν καλλιφράδων.
ἔτι τε δεινοτάτην τεχνιαστάτην.
ὄργανον εὐθὺς τῆς λογικῆς τὸ κλέος·
ἢ συλλογισμῶν πλεκτάνη καὶ σφενδόνη,
ἀντιθέσεις τε καὶ στροφὰς τὰς ἐν λόγοις.
δυσεξοδεύτους λαβυρινθώδεις ἄγαν·
δεινῶς ἀνατρέπουσα λίαν ἐντέχνως·
νόθους ἀποπτύουσα· τοὺς δ’ αὖ γνησίους
ποθοῦσα καὶ στέργουσα καὶ κολπουμένη.
κανὼν ἀκριβῶς τοῦ σοφοῦ τεχνογράφου·
λίθος δοκιμάζουσα Λυδία λόγους·
αὔχημα τερπνὸν τῶν Σταγειρίτου βίβλων·
βοὴ καταπλήττουσα τοὺς ἐναντίους·
φρικτὴ βελῶν φαρέτρα τοῖς ἀλλοτρίοις,
χρηστῶν ταμεῖον ὀργάνων τῶν ἐν μάχαις·
ἄθρει, θεατά, καὶ φυσικῶν τοὺς λόγους,
ἄνωθεν ἐκλάμποντας ἐκ τῶν ἀδύτων,
τῆς πανσθενουργοῦ καὶ σοφῆς πανταιτίας·
καὶ μέχρι γῆς πυρός τε καὶ τῶν ἐν μέσω·
ἱκνουμένους νεύματι τοῦ παντεργάτου. ||
πέρατα καὶ σχήματα καὶ διαστάσεις·
ὅρους ἀριθμοὺς ἰδέας διαφόρους·
ῥυθμοὺς κινήσεις, ἠρεμίας καὶ στάσεις·
ποιὰ ποσὰ χρώματά τε ποικίλα,
διδόντας αὐτοῖς ποικιλοτρόπως ἄγαν.
καὶ τὴν ἀκαλλῆ τρύγα τῶν ὄντων τέως,
εἰς τάξιν ἀμείβοντας εἰδῶν κοσμίως
ζώων φυτῶν τε καὶ βοτανῶν καὶ λίθων,
βροτῶν ὑπερβαίνοντα γνῶσιν καὶ λόγον·
φύσις γάρ ἐστιν ὄργανον τεχνουργίας·
τῆς παραγωγοῦ τῶν ἁπάντων αἰτίας·
μὴ δὴ παρέλθης καὶ φύσιν τὴν ἰδίαν·
ἄνθρωπε μαθεῖν αὖθις ἐκ τῶν κειμένων·
ἀλλ’ εἴγε ταύτην ἀσφαλῶς γνῶναι θέλεις,
πρόκυψιν, ἰδοὺ τὰ γεγραμμένα σκόπει·
περὶ ψυχῆς γὰρ οὐσίας ἀσωμάτου,
καὶ πηλίνου σώματός εἰσὶν οἱ λόγοι·
ἄμφω δὲ πράξεις ἔργα δυνάμεις πάθη.
ἴδια καὶ κοινά τε καὶ κατὰ μέρος·
ἄριστα δεικνύοντες ἐντέχνως λίαν·
καὶ δοξάσεις μάλιστα τὸν κοσμεργάτην.
ἄρρητον ἰδὼν δημιουργίας τρόπον
καὶ κρᾶσιν ἀσύγχυτον ἐξ ἐυτεχνίας
εἴδους νοητοῦ καὶ παχυτάτης ὕλης·
οἶμαί σε καὶ γὰρ αὐτόπτως τεθηπότα,
δαυὶδ τὰ ῥητὰ κατὰ νοῦν ἀεὶ στρέφειν·
ἑξῆς δὲ τούτων ἡ τετρὰς μαθημάτων
δίκην κλίμακος ἐν μέσῳ πως κειμένη,
τῶν φυσικῶν ὁμοῦ τε καὶ νοουμένων.
θαυμασίως ἄγει σε καὶ κατὰ λόγον·
ἐκ τῶν ὑλικῶν εἰς ἄυλον οὐσίαν.
ὥς πού τις ἐφθέγξατο τῶν σοφῶν πάλαι·
Ἄνελθε λοιπὸν καὶ ταπεινὰ μὴ φρόνει·
κτίσματα λιπὼν καὶ λόγους τούτων κάτω,
τὸν νοῦν τὸν οὐράνιον ἐξάρας ἄνω·
ζητοῦντα καλῶς τοὺς ψυχοτρόφους λόγους.
τῆς ὑψοποιοῦ πρακτικῆς καὶ δογμάτων·
ἐξ ῆς μὲν ἠθῶν καὶ λόγων καὶ πρακτέων
χάριν ἀπαντλήσειας ἀφθονωτάτην·
τέθριππον εὑρὼν ἀρετῶν ὑπερτάτων·
ἅρμα φαεινὸν σεμνὸν οὐρανοδρόμον
ἅρμα φλέγον κάκιστα δαιμόνων στίφη·
κατάγων αὐτοὺς μέχρις ἅδου πυθμένος,
πιστοὺς δ’ ἀνάγων τῶν ὁρωμένων ἄνω·
ἐν ᾧ καθήσας καὶ κρατήσας ἡνίας.
ὡς πρὶν ἡλίας θεσβίτης ὁ πυρίπνους
κούφως ἐπαρθεὶς γῆθεν ἀπτέρῳ τάχει.
πόλου τὰ λαμπρὰ καταλάβης χωρία·
ἔνθα κατιδὼν ἀγαθῶν εὐδενδρίαν.
κήπου νοητοῦ, τοῦ παραδείσου λέγω·
καρποὺς ἀρίστους καὶ τρυγήσεις καὶ φάγεις
καὶ τὸν φυτουργὸν εὐλογήσεις δεσπότην·
ἀφ’ ὧν δ’ ἀμυδρὰς εἰκόνας τε καὶ τύπους
ὡς ἐν κατόπτρῳ τῆς διανοίας βίβλῳ
λάβης ἀληθῆς τῆς θεοῦ φαντασίας.
ἐκ τῶν ἀληθῶν πνευματολέκτων λόγων.
εἰ δ’ οὖν πόνον σώματος ἀργείαν ἄγεις
καὶ τὴν λύχνον αἴσθησιν ἄγχεις ἐμφόνως
ἔνθα κἀκεῖθεν ἀλόγως στροβουμένην,
ἄγαν ἀκρατῶς ἐμμενῶς οἰστρουμένην,
καταχαλῶσαν καὶ κατασπῶσαν κάτω
οὐράνιον νῦν αἰθεροδρόμου φύσιν·
τῆς δ’ αὖ γε φαντασίας ὄγκους καὶ τύπους·
χρώματα πάντα καὶ πάσας διαστάσεις
στερρῶς καθείρξεις κατὰ χώραν ἐμμένειν.
τὸν νοῦν δ’ ἀμιγῆ παντὸς ὄγκου καὶ τύπου·
καθαρόν, ἀσύγχυτον, ἁπλοῦν καὶ μόνον·
εἰς ὕψος ἄρεις τοῦ θεοῦ θεωρίας.
πάντως μυηθῆς, ὡς ἐφικτόν σοι, φίλος,
ἐν ἡσύχῳ σοῦ τοῦ νοὸς καταστάσει.
ἄρρητα μυστήρια τῶν ἀποκρύφων·
τῆς προσκυνητῆς πανσθενουργοῦ τριάδος·
τὰ δ’ εἰσὶ ταῦτα, καὶ σκόπει μετὰ δέους·
ἓν αὐτολαμπὲς παράγωγον τῶν ὅλων, ||
ὂν αὐτάγαθον. αὐτόφως. αὐτουσίαν,
ἄναρχον ἀρχήν αὐθέδραστον αἰτίαν,
ζωὴν προαιώνιον ἀειζωίαν·
δύναμιν ἀκάματον, ἄτρυτον κράτος,
ἀπειρίαν ἄπειρον, αὐταπειρίαν,
νοῦν δημιουργὸν τεχνίτην παντεργάτην·
σοφίαν ἀνείκαστον, αὐτογνωσίαν·
πέρας ἀπειρότατον ἐξ ἀπειρίας·
αἴγλην μίαν τρίφωτον ἀπείρου φάους·
φῶς τριτὸν ἁπλοῦν τῆς μιᾶς θεαρχίας,
ἕνωσιν ἀσύγχυτον ἀφράστῳ τρόπῳ,
διαίρεσιν ἄτμητον ἀῤῥήτῳ λόγῳ·
ἄτμητον ἀσύγχυτον ἁπλῆν τριάδα·
τριῶν ἀπείρων ἄπλετον συμφυΐαν·
π(ατὴ)ρ λόγος καὶ πνεῦμα ταῦτα τὰ τρία·
ἐν τρισὶ μία φύσις ἓν δὲ τὰ τρία·
ὧ δόξα τιμὴ καὶ κράτος πρέπει μόνῳ.
ἀεί τε καὶ νῦν καὶ τὸν ἅπαντα χρόνον.
τούτοις ἰθύνων σαυτὸν, οὐχ ἕξεις ψόγον·
κλεινὸς τρόποις ἔσῃ δὲ καὶ σοφὸς λόγοις·
εἰδὼς ἀκριβῶς τοὺς λόγους τῶν κτισμάτων·
ἔτι τε τὸν κτίσαντα ταῦτα δεσπότην.
μέμνησο δ’ ὦ τὰν. ἰωσὴφ ῥακενδύτου,
μετὰ πόνου πλείστου με συντεταχότος:+
Type(s) [6014] Ὁρῶν, θεατά, βίβλον ηὐτελισμένην (140 verses)
Text source DBBE (Inspection of a reproduction of the manuscript)
Text status Text completely known
Date 15th c.
Manuscript FLORENCE - Biblioteca Medicea Laurenziana (BML) - Plut. 58, Cod. 2 [1451-1500]
Place in Manuscript f. 2r-3r
Person(s)
Scribe
Ioannes Moschos (15th c.) - RGK: I.203, II.279, III.336 - PLP: IV.8558, IV.8559, VIII.19386
Palaeographical information Title and initial in red ink. The poem is written in two columns to be read vertically.
Contextual information The poem precedes the 'Synopsis artis rhetoricae' by Joseph Racendytes.
Metre(s) Dodecasyllable
Genre(s) Text-related epigram
Subject(s) Ioseph (13th-14th c.) - PLP: IV.9078 (monotropos, rhakendytes)
Image source(s)
Bibliography
Number of verses 140
Related occurrence(s)
Acknowledgements
Creator(s)
Transcriber(s)

The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete.

Permalink https://www.dbbe.ugent.be/occurrences/23502
Last modified: 2021-09-01.