Type 2265
(formerly typ/317)
| Πρόγραμμα βίβλου τῆσδε τῆς τῶν δογμάτων· | |
| Ἀλεξίου φρόντισμα καὶ γλυκὺς πόνος, | |
| Ῥώμης βασιλεύοντος εὐσεβῶς νέας | |
| Καὶ φαιδρὸν ἐκλάμποντος ἀρετῶν σέλας | |
| Κοινωφελὲς σύνταγμα, πίστεως κράτος | |
| Στήλη θριαμβεύουσα τοὺς νόθους λόγους | |
| Ἄθροισις εὐσύνοπτος ὀρθοδοξίας | |
| Ἔλεγχος ἐντρέπων τε καὶ καταισχύνων | |
| Τοὺς τῆς ἀληθοῦς πίστεως ἀποστάτας | |
| Θεῖον ταμεῖον ὀργάνων τῶν ἐμμέτρων | |
| Ἅπερ καταστρέφουσι τείχη δογμάτων | |
| Θεωμισουμένων τε καὶ λαοπλάνων | |
| Πηγὴ διαυγὴς ἐνθέων διδαγμάτων | |
| Ποταμὸς αὐτόχρημα σεπτῶν δογμάτων | |
| Ἄρδην κατακλύζων τε καὶ σύρων κάτω | |
| Τῶν κακοδόξων τὰς βεβήλας αἱρέσεις | |
| Φρικτὴ βελῶν φαρέτρα δογματοκτόνων | |
| Τῶν συλλογισμῶν πλεκτάνη καὶ σφενδόνη | |
| Τοῖς τοῦ Θεοῦ φῶς, πῦρ δὲ τοῖς ἀλλοτρίοις | |
| Σάλπιγξ καταπλήττουσα τοὺς ἐναντίους | |
| Πανοπλία φράττουσα τοὺς κεχρημένους | |
| Παντευχία σφάττουσα τοὺς θεηλάτους | |
| Ἀλλ᾽ ὦ μονὰς τρίφωτε, καὶ τριὰς πάλιν | |
| Ἓν φῶς, ἀπαστράπτουσα τῆς θεαρχίας | |
| Τὸν ἥλιον φύλαττε τῶν ἀνακτόρων | |
| Τὸν μηχανουργὸν τῆς τοσαύτης ἰσχύος | |
| Ἔπειτα τήνδε τὴν σελήνην τοῦ κράτους | |
| Καλὴν βοηθὸν ἐκ Θεοῦ συνημμένην | |
| Καὶ τὸν ποθεινὸν πορφύρας ἑωσφόρον | |
| Κάλλιστον ἄνθος, δεσπότην ἡμῶν νέον | |
| Εἰρηνικὴν σύμπνοιαν ἐν βίῳ νέμων | |
| Ζωήν τε μακρὰν καὶ κακῶν ἐλευθέραν | |
| Καὶ τὴν τελευτὴν ἐμφρόνως τελουμένην | |
| Πανοικὶ σώζων· παγγενῆ στέφων ἄνω | |
| Μαρμαρυγὴν ἄφθαρτον ἠμφιεσμένους. |
Last modified: 2025-02-19.
