Occurrence 36988

εὐθυμίου μοναχοῦ τοῦ ζιγαβηνοῦ· | πρόγραμμα βίβλου τῆσδε τῆς τῶν δογμάτων·
 
Ἀλεξίου φρόντισμα καὶ γλυκὺς πόνος·
ῥώμης βασιλεύοντος εὐσεβῶς νέας·
καὶ φαιδρὸν ἐκλάμποντος ἀρετῶν σέλας·
κοινωφελὲς σύνταγμα πίστεως κράτος·
στήλη θριαμβεύουσα τοὺς νόθους λόγους·
ἄθροισις εὐσύνοπτος ὀρθοδοξίας·
ἔλεγχος ἐντρέπων τε καὶ καταισχύνων·
τοὺς τῆς ἀληθοῦς πίστεως ἀποστάτας·
θεῖον ταμεῖον ὀργάνων τῶν ἐν μάχαις·
ἅπερ καταστρέφουσι τείχη δογμάτων·
θ(ε)ωμισουμένων τε καὶ λαοπλάνων·
πηγὴ διαυγὴς ἐνθέων διδαγμάτων·
ποταμὸς αὐτόχρημα σεπτῶν δογμάτων·
ἅρδην κατακλύζων τὲ καὶ σύρων κάτω·
τῶν κακοδόξων τὰς βεβήλους αἱρέσεις·
φρικτὴ βελῶν φαρέτρα δογματοκτόνων·
τῶν συλλογισμῶν πλεκτάνη καὶ σφενδόνη·
τοῖς τοῦ θ(εο)ῦ φῶς· πῦρ δὲ τοῖς ἀλλοτρίοις·
σάλπιγξ καταπλήττουσα τοὺς ἐναντίους:-
πανοπλία φράττουσα τοὺς κεχρημένους·
παντευχία σφάττουσα τοὺς θεηλάτους·
ἀλλ᾽ ὦ μονὰς τρίφωτε καὶ τριὰς πάλιν,
ἕν φῶς ἀπαστράπτουσα τῆς θεαρχίας·
τὸν ἥλιον φύλαττε τῶν ἀνακτόρων·
τὸν μηχανουργὸν τῆς τοσαύτης ἰσχύος·
ἔπειτα τήνδε τὴν σελήνην τοῦ κράτους·
καλὴν βοηθὸν ἐκ θ(εο)ῦ συνημμένην·
⁘ καὶ τὸν ποθεινὸν πορφύρας ἑωσφόρον· ||
κάλλιστον ἄνθος δεσπότην ἡμῶν νέον·
εἰρηνικὴν σύμπνοιαν ἐν βίῳ νέμων·
ζωήν τε μακρὰν καὶ κακῶν ἐλευθέραν·
καὶ τὴν τελευτὴν ἐμφρόνως τελουμένην·
πανοικὶ σώζων παγγενῆ στέφων ἄνω·
μαρμαρυγὴν ἄφθαρτον ἠμφιεσμένους·
Type(s) [2265] Πρόγραμμα βίβλου τῆσδε τῆς τῶν δογμάτων (35 verses)
Text source DBBE (Inspection of a reproduction of the manuscript)
Text status Text completely known
Date 13th c.
Manuscript PARIS - Bibliothèque Nationale de France (BNF) - gr. 1230 [13th c.]
Place in Manuscript f. 1r-1v
Palaeographical information The initial letter of each verse is written in red ink.
Contextual information The poem is followed by another book epigram. They precede Zigabenus' Dogmatic Panoply.
Metre(s) Dodecasyllable
Genre(s) Text-related epigram
Subject(s) Alexios I Komnenos (1057 - 15/08/1118) - PBW: Alexios/1/
Image source(s) https://gallica.bnf.fr/ark:/12148/btv1b10723425t/f5.item
Number of verses 34
Related occurrence(s)
Acknowledgements Information on the occurrence courtesy of Georgi Parpulov.

Transcriber(s)
Contributor(s)

The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete.

Permalink https://www.dbbe.ugent.be/occurrences/36988
Last modified: 2025-10-09.