Occurrence 17799
(formerly occ/1060)

Ἡ βίβλος αὕτη τοῦ κρατίστου δεσπότου,
θείων πέφυκεν ὁπλοθήκη δογμάτων·
παντευχίαν φέρουσα καὶ πανοπλίαν·
ἄρρηκτον ἀκράδαντον ἀδαμαντίνην˙
τοῦ γὰρ δυνατοῦ τὰ τεθηγμένα βέλη·
ἃ πηγνύουσιν οἱ στρατηγοὶ τοῦ λόγου
τῶν τοῦ κρατοῦντος δυσμενῶν ἐν καρδία,
ἐνταῦθα κεῖνται πάντα συνειλεγμένα·
τῷ συγκροτησμῷ τοῦ σοφοῦ προμηθέ(ως),
ἀλεξίου γῆς αὐσόνων βασιλέως
θεόφρονος μέδοντος εὐσεβεστάτου,
ὃν ἡ πρόνοια τοῦ φιλαν(θρώπ)ου λόγου
ἐν ἐσχατιᾷ τῶν χρόνων τῶν δυσκόλων
καὶ τῶν ἀναγκῶν τῶνδε τῶν πολυπλόκων
ἤνεγκεν εὐτύχημα ῥωμαίοις μέγα·
στρατηγὸν εὐμἰχανον ἠκριβωμένον·
ἀρχηγὸν εὐδόκιμον ἐξηρημένον
καὶ πρὸ κράτους τείχισμα (καὶ) μετὰ κράτο(ς),
πύργωμα κραταίωμα τῆς σκηπτουχίας
οὗ τὰ κατορθώματα πολλὰ (καὶ) ξένα·
καὶ τὰ τρόπαια τὰ κατ’ ἐχθρῶν μυρία·
σφραγὶς δὲ πάντων (καὶ) κορωνὶς αἰσία,
ἡ δογματικὴ τυγχάνει πανοπλία·
τῆς ὀρθοδόξου πίστεως ἡ στερρότης
ἡ συλλογὴ γὰρ τῶν θεοπνεύστων λόγων·
γνώρισμα λαμπρὸν εὐσεβοῦς βασιλέ(ως).
ὁ συρραγῆναι τοῖς ἐναντίοις θέλων· ||
καὶ πρὸς λογικὴν συμβαλεῖν αὐτοῖς μάχην,
τούτοις κατ’ αὐτῶν εὖ τεθωρακισμένος
τοῖς μηχανικοῖς ἀπτοήτως, ἐξίτω·:·
Type(s) [2344] Ἡ βίβλος αὕτη τοῦ κρατίστου δεσπότου (30 verses)
Text source DBBE
Text status Text completely known
Date 12th c.
Manuscript VATICAN CITY - Biblioteca Apostolica Vaticana - Vat. gr. 666 [1126-1150]
Place in Manuscript f. 3r-3v
Palaeographical information Written in red ink.
Contextual information The epigram is copied among other paratexts that precede Euthymios Zigabenos' Panoplia Dogmatica.
Metre(s) Dodecasyllable
Genre(s) Scribe-related epigram
Comment Devreesse (1950: 109) gives only the incipit.
Image source(s) https://digi.vatlib.it/view/MSS_Vat.gr.666
Bibliography
Number of verses 30
Related occurrence(s)
Acknowledgements
Transcriber(s)

The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete.

Permalink https://www.dbbe.ugent.be/occurrences/17799
Last modified: 2022-12-06.