Occurrence 24594
(formerly occ/8562)

Ὁμοῦ δίκαιον τρεῖς σέβειν ἑωσφόρους
φῶς τρισσολαμπὲς πηγάσαντας ἐν βίῳ.
Κοινὸν τὸν ὕμνον προσφέρειν πάντας θέμις
τοῖς ἐκχέασι πᾶσι κοινὴν τὴν χάριν.
Ἔαρ χελιδὼν οὐ καθίστησι μία·
αἱ τρεῖς ἀηδόνες δὲ τῶν ψυχῶν ἔαρ.
Τὴν μὲν νοητὴν ἡ Τριὰς λάμπει κτίσιν,
τριάς γε μὴν αὕτη δὲ τὴν ὁρωμένην.
Ἀπώλεσαν μὲν οἱ πάλαι Θεοῦ σέβας
ἐξ ἡλίου τε καὶ σελήνης ἀφρόνως·
κάλλος γὰρ αὐτῶν θαυμάσαντες καὶ τάχος
ὥσπερ θεοῖς προσῆγον οὐκ ὀρθῶς σέβας.
Ἐκ τῶν τριῶν τούτων δὲ φωστήρων πάλιν
ἡμεῖς ἀνηνέχθημεν εἰς Θεοῦ σέβας.
κάλλει βίου γὰρ τῇ τε πειθοῖ τῶν λόγων
πείθουσι πάντας τὸν μόνον κτίστην σέβειν.
Κτίσιν συνιστᾷ τήνδε τὴν ὁρωμένην
τὸ πῦρ, ἀὴρ ὕδωρ τε καὶ γῆς ἡ φύσις.
οἱ δ' αὖ συνιστῶντες γε κόσμον τὸν μέγαν
τὴν πρὸς Θεὸν τε πίστιν ὡς ἄλλην κτίσιν
στοιχειακῆς φέρουσι τριάδος τύπον.
μέλλει γὰρ αὐτοῖς οὐδνὸς τῶν γηΐνων·
καὶ γήΐνων γοῦν ἔσχον οὐδὲν ἐν λόγοις.
Ὁ γρήγορος γὰρ πῦρ πνέει νοῦς· τὸν λόγον
πρὸς ὕψος αὖ πείθοντα πάντας ἐκτρέχειν.
Τοῖς λειποθυμήσασι δ' ἐκ παθῶν πάλιν
ἀναπνοή τις οἱ Βασιλεἰου λόγοι.
Μιμούμενος δὲ τὴν ῥοὴν τῶν ὑδάτων
ὁ καρδίαν τε καὶ στόμα χρυσοῦς μόνος
τοὺς ἐκτακέντας ἐκ παθῶν ἀναψύχει.
Οὕτω πρὸς ὕψος τὴν βροτῶν πᾶσαν φύσιν
ἐκ τῆς χθονὸς φέρουσι τοῖς τοὐτων λόγοις.
Type(s) [2534] Ὁμοῦ δίκαιον τρεῖς σέβειν ἑωσφόρους (32 verses)
Text source S. Mercati, A. Acconcia Longo, G. Schirò 1970, Presunti giambi di Demetrio Triclinio sulla festa dei tre gerarchi Basilio, Gregorio Nazianzeno e Giovanni Crisostomo, in S. Mercati (ed.), Collectanea Byzantina (vol. 1), Bari, 529-537: 534-535
Text status Text completely known
Date 14th-15th c.
Manuscript VATICAN CITY - Biblioteca Apostolica Vaticana - Vat. gr. 721 [14th-15th c.]
Place in Manuscript f. 17r-17v
Metre(s) Dodecasyllable
Genre(s) Author-related epigram
Comment Devreesse (1950: 220) gives only the first three words.
Image source(s)
Bibliography
Number of verses 32
Related occurrence(s) [20731] Ὁμοῦ δίκαιον τρεῖς σέβειν ἑωσφόρους [14th c.]
VATICAN CITY - Biblioteca Apostolica Vaticana - Vat. gr. 567 [14th c.] (f. 195v-196r)
(32 verses) (30/32)
Acknowledgements
Creator(s)

The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete.

Permalink https://www.dbbe.ugent.be/occurrences/24594
Last modified: 2020-03-31.