Occurrence 20731
(formerly occ/4427)

Στίχοι τοῦ Τρικλίνου τοῦ Δημητρίου εἰς τοὺς ἁγίους μεγάλους φωστῆρας καὶ διδασκάλους τῆς οἰκουμένης Βασίλειον τὸν μέγαν, Γρηγόριον τὸν θεολόγον καὶ Ἰωάννην τὸν Χρυσόστομον.
 
Ὁμοῦ δίκαιον τρεῖς σέβειν ἑωσφόρους
φῶς τρισσολαμπὲς πηγάσαντας ἐν βίῳ.
Κοινὸν τὸν ὕμνον προσφέρειν πάντας θέμις
τοῖς ἐκχέασι πᾶσι κοινὴν τὴν χάριν.
Ἔαρ χελιδὼν οὐ καθίστησι μία·
αἱ τρεῖς ἀηδόνες δὲ τῶν ψυχῶν ἔαρ.
Τὴν μὲν νοητὴν ἡ Τριὰς λάμπει κτίσιν,
τριάς γε μὴν αὕτη δὲ τὴν ὁρωμένην.
Ἀπώλεσαν μὲν οἱ πάλαι Θεοῦ σέβας
ἐξ ἡλίου τε καὶ σελήνης ἀφρόνως·
κάλλος γὰρ αὐτῶν θαυμάσαντες καὶ τάχος
ὥσπερ θεοῖς προσῆγον οὐκ ὀρθῶς σέβας.
Ἐκ τῶν τριῶν τούτων δὲ φωστήρων πάλιν
ἡμεῖς ἀνηνέχθημεν εἰς Θεοῦ σέβας.
κάλλει βίου γὰρ τῇ τε πειθοῖ τῶν λόγων
πείθουσι πάντας τὸν μόνον κτίστην σέβειν.
Κτίσιν συνιστᾷ τήνδε τὴν ὁρωμένην
τὸ πῦρ, ἀὴρ ὕδωρ τε καὶ γῆς ἡ φύσις.
οἱ δ' αὖ συνιστῶντες γε κόσμον τὸν μέγαν
τὴν πρὸς Θεὸν τε πίστιν ὡς ἄλλην κτίσιν
στοιχειακῆς φέρουσι τριάδος τύπον.
μέλει γὰρ αὐτοῖς οὐδνὸς τῶν γηΐνων·
καὶ γήΐνων γοῦν ἔσχον οὐδὲν ἐν λόγοις.
ἐγρήγορος γὰρ νοῦς πνέει πῦρ· τὸν λόγον
πρὸς ὕψος αὖ πείθοντα πάντας ἐκτρέχειν.
Τοῖς λειποθυμήσασι δ' ἐκ παθῶν πάλιν
ἀναπνοή τις οἱ Βασιλεἰου λόγοι.
Μιμούμενος δὲ τὴν ῥοὴν τῶν ὑδάτων
ὁ καρδίαν τε καὶ στόμα χρυσοῦς μόνος
τοὺς ἐκτακέντας ἐκ παθῶν ἀναψύχει.
Οὕτω πρὸς ὕψος τὴν βροτῶν πᾶσαν φύσιν
ἐκ τῆς χθονὸς φέρουσι τοῖς τοὐτων λόγοις.
Type(s) [2534] Ὁμοῦ δίκαιον τρεῖς σέβειν ἑωσφόρους (32 verses)
Text source S. Mercati, A. Acconcia Longo, G. Schirò 1970, Presunti giambi di Demetrio Triclinio sulla festa dei tre gerarchi Basilio, Gregorio Nazianzeno e Giovanni Crisostomo, in S. Mercati (ed.), Collectanea Byzantina (vol. 1), Bari, 529-537: 534-535
Text status Text completely known
Date 14th c.
Manuscript VATICAN CITY - Biblioteca Apostolica Vaticana - Vat. gr. 567 [14th c.]
Place in Manuscript f. 195v-196r
Metre(s) Dodecasyllable
Genre(s) Author-related epigram
Subject(s) Three Hierarchs
Bibliography
Number of verses 32
Related occurrence(s) [24594] Ὁμοῦ δίκαιον τρεῖς σέβειν ἑωσφόρους [14th-15th c.]
VATICAN CITY - Biblioteca Apostolica Vaticana - Vat. gr. 721 [14th-15th c.] (f. 17r-17v)
(32 verses) (30/32)
Acknowledgements
Creator(s)
Contributor(s)

The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete.

Permalink https://www.dbbe.ugent.be/occurrences/20731
Last modified: 2016-09-09.