Occurrence 22220
(formerly occ/6097)
δόξα τω θ[ε]ῶ δόντι καὶ ἀρχὴν (καὶ) τέλος˙ | |
ὅστις καὶ τέλος εἴληφεν ἡ θεία ταύτη δέλτος˙ | |
ὑπόθεσιν ἔχουσα πασῶν τῶν ἐπιστήμ(ων) | |
(καὶ) διερμηνεύουσα τὰς γλώσσας κατὰ γένος˙ | |
ἐκ γραμματικῆς φιλοσόφ(ων) ῥητόρ(ων)˙ | |
βίβλων ἁπασῶν ἑρμηνευτὴς ὑπάρ(χ)(ων) | |
ἀνθ’ ὧν βροτουργὲ παντάναξ κοσμεργάτα, | |
σ[ωτη]ρίαν παράσχε τῶ κτησαμένω˙ | |
καὶ τὴν λύσιν δώρησον τῶν ἁμαρτάδων˙ | |
ὑπάρχοντα φύλαττε παναλκὴ δυναστεία˙ | |
ἐχθροῦ πονηροῦ σατᾶν τοῦ μισοκάλου˙ | |
καὶ τὰ διαβήματα εὔθυνον τούτου˙ | |
ὅπως παραμένει ἐν τῶδε τῶ βίω˙ | |
ἐκεῖσε δ’ αὖθις τὴν ἐδὲμ δίδου σῶτερ˙ | |
Εὔχεσθαι τῶ γράψαντι οἱ ἐντυχόντες˙ | |
τῆ βίβλω ἐκ πόθου δὲ ἀναγινώσκειν, | |
σφαλμάτων ὧν εὕρηται ἐκ χωρικί(ας), | |
μὴ ἀρὰν εἰςφέρετ[αι] τῶ ἐλαχίστω˙ | |
ἰωάννη γράψαντι τῶ καλοείδη |
Last modified: 2018-10-09.