| + πᾶσι μὲν τοῖς βλέπουσι πρὸ(ς) φθαρτὰ φύλλα· | |
| χρυσὸς λίθοι μάργαρος ἀργύρου φύ(σις)· | |
| τῷ δεσπότη δὲ τοῦ παρόντος βιβλίου· | |
| τῷ τε μουγδουφῇ κυρ(ῷ) τῷ γεωργίῳ. | |
| οὐ χρυσὸς οὐκ ἄργυρο(ς) οὐκ ἄλλο τούτων· | |
| εἰ μὴ μελωδῶν εὐλογεῖν τὸν δεσπότη(ν)· | |
| κατὰ τὸν δα(υί)δ ἑπτάκις τῆς ἡμέρας· | |
| οἴω πόθω τέτυχε τὴν βίβλον ταύτ(ην) | |
| ἐκ καρδίας ὅλης τε αὐτοῦ ἰσχύος· | |
| ἐξόδου πολλοῦ καὶ τύρβου καὶ μερίμνων· | |
| ἀνθ᾽ ὧν βροτουργὲ παντάναξ κοσμ᾽ ἐργάτα | |
| εὐθυμίαν πάρεσχε καὶ σ(ωτη)ρίαν· | |
| τοὺς υἱοὺς εὐλόγησον σ(ωτ)ὴρ τοὺς τούτου· | |
| καὶ τὰ διαβήματα εὔθυνον αὖθις | |
| τῶν παίδων τούτου καὶ τῆς μ(ητ)ρ(ὸ)ς ὡσαύτ(ω)ς· | |
| ὅπ(ως) παραμένουσι τῷδε τῷ βίῳ· | |
| ἐκ πάσης νόσου καὶ λύπης ἄτερ· | |
| καὶ πληροῖν προστάγματα τῶν ἐντολ(ῶν) σου, | |
| τύχωσιν αὖθις τὴν ἐδὲμ κατοικίαν. |
Last modified: 2019-10-03.
