Type 2571
(formerly typ/664)
| Ὡς ηὐδόκησεν ὁ κρατῶν στεφηφόρος, | |
| ὡς ἐγγράφως ὥρισεν, ὡς ἔδειξέ μοι, | |
| σπεύσας κατεσκεύασα τὴν πανοπλίαν. | |
| ταῦτ’ οὖν μαθόντες, οἱ κριταὶ τοῦ βιβλίου, | |
| στέργοιτε καὶ βάλοιτε ταῖς εὐφημίαις | |
| τὸν ἀγχίνουν τε καὶ μέγαν βασιλέα. | |
| τούτῳ γὰρ ἡ σύμπασα καὶ μόνῳ χάρις. | |
| εἰ γὰρ προσήκει τὴν ἀλήθειαν λέγειν, | |
| εὐμήχανον τὸ χρῆμα, πιπτέτω φθόνος. |
Last modified: 2025-02-19.
