Type 2344
(formerly typ/411)
Ἡ βίβλος αὕτη τοῦ κρατίστου δεσπότου | |
θείων πέφυκεν ὁπλοθήκη δογμάτων, | |
παντευχίαν φέρουσα καὶ πανοπλίαν | |
ἄρρηκτον, ἀκράδαντον, ἀδαμαντίνην· | |
τοῦ γὰρ δυνατοῦ τὰ τεθηγμένα βέλη, | |
ἃ πηγνύουσιν οἱ στρατηγοὶ τοῦ λόγου | |
τῶν τοῦ κρατοῦντος δυσμενῶν ἐν καρδίᾳ, | |
ἐνταῦθα κεῖνται πάντα συνειλεγμένα | |
τῷ συγκροτησμῷ τοῦ σοφοῦ προμηθέος, | |
Ἀλεξίου γῆς Αὐσόνων βασιλέως | |
θεόφρονος, μέδοντος, εὐσεβεστάτου, | |
ὃν ἡ πρόνοια τοῦ φιλανθρώπου λόγου | |
ἐν ἐσχατιᾷ τῶν χρόνων τῶν δυσκόλων | |
καὶ τῶν ἀναγκῶν τῶνδε τῶν πολυπλόκων | |
ἤνεγκεν εὐτύχημα Ῥωμαίοις μέγα, | |
στρατηγὸν εὐμήχανον, ἠκριβωμένον, | |
ἀρχηγὸν εὐδόκιμον, ἐξῃρημένον | |
καὶ πρὸ κράτους τείχισμα καὶ μετὰ κράτος, | |
πύργωμα, κραταίωμα τῆς σκηπτουχίας, | |
οὗ τὰ κατορθώματα πολλὰ καὶ ξένα | |
καὶ τὰ τρόπαια τὰ κατ’ ἐχθρῶν μυρία· | |
σφραγὶς δὲ πάντων καὶ κορωνὶς αἰσία | |
ἡ δογματικὴ τυγχάνει πανοπλία | |
τῆς ὀρθοδόξου πίστεως ἡ στερρότης. | |
ἡ συλλογὴ γὰρ τῶν θεοπνεύστων λόγων | |
γνώρισμα λαμπρὸν εὐσεβοῦς βασιλέως. | |
ὁ συρραγῆναι τοῖς ἐναντίοις θέλων | |
καὶ πρὸς λογικὴν συμβάλειν αὐτοῖς μάχην, | |
τούτοις κατ’ αὐτῶν εὖ τεθωρακισμένος | |
τοῖς μηχανικοῖς ἀπτοήτως ἐξίτω. |
Last modified: 2025-02-20.