Type 2478
(formerly typ/557)

Ὁρᾶς θεατὰ τὴν παροῦσαν πυκτίδα.
πέφυκεν αὕτη Γρηγορίου πανσόφου
τοῦ θεολόγου, τῆς βροντῆς τῶν δογμάτων
τοῦ τὰς φάλαγγας κακοδόξων ἁπάσας
πυρὶ καταφλέξαντος ἀσβέστω λόγου
πίστιν δὲ τρανώσαντος αὐτὴν, ὡς θέμις
τὴν τῆς Τριάδος καὶ σοφῆς μοναρχίας
κτᾶται δὲ ταύτην ἐν διαπύρω πόθω
ὁ Συναδηνὸς Κομνηνὸς Ἰωάννης
ἀνακτόγαμβρος, στρατοπεδάρχης μέγας
οὐδεὶς γὰρ ἄλλος τῶν βροτῶν τῶν ἐν βίω
στρατηγικαῖς χάρισιν ἠγλαϊσμένος
καὶ βασιλικαῖς ἀξίαις ἐστεμμένος
τοσαύτας αὐχεῖ θείας ἱερὰς βίβλους
ὡς οὗτος ἀνὴρ παγκλεής τε καὶ μέγας
καὶ γὰρ κενοῖ πάντα γε τὸν τούτου βίον
εἰς κτῆσιν αὐτῶν τῶν θεηγόρων βίβλων
κενοῖ χρυσόν τε καὶ λίθους καὶ μαργάρους
πρὸς κτῆσιν αὐτῶ τῶν λογίων κυρίου
τῶν ὡς ἀληθῶς ὑπὲρ χρυσίον ὄντων
καὶ τιμιωτέρων τε τῶν διαφανῶν λίθων
οὐ φείδεται χρημάτων οὐδὲ κτημάτων
οὐ παντοδαπῆς τιμίας ἄλλης ὕλης
μία δέ τις ἔνεστιν ἡ προθυμία
ἡ τῶν ἁπασῶν ἱερῶν κτῆσις βίβλων
ὑπὲρ δὲ ταύτης τῆς καλλίστης ἀγάπης
ἣν πρὸς Θεὸν ἔχει τὲ καὶ πρὸς τὰς βίβλους
ἐνταῦθα μὲν λήψαιτο τοὺς μισθοὺς, ὅσους
ὡς παμμυρίους ναὶ μὰ τὸν φήσαντά γε
μετὰ μόρον δὲ, τὸν παράδεισον λάχος
καὶ τὴν ἀνεκλάλητον τρυφὴν τὴν ἄνω
ἣν ἐβράβευσε τοῖς δικαίοις πρὸ χρόνων
Text source R. Devreesse, 1937, Codices Vaticani Graeci. Codices 330-603 (vol. 2), Vatican City: 218
Text status Text completely known
Editorial status Not a critical text
Genre(s) Patron-related epigram
Metre(s) Dodecasyllable
Tag(s) Entreaty for first person
Bibliography
Number of verses 32
Occurrence(s) [17974] Ὁρᾶς θεατὰ τὴν παροῦσαν πυκτίδα [13th c.]
VATICAN CITY - Biblioteca Apostolica Vaticana - Vat. gr. 456 [1276-1300] (f. 467v)
(32 verses)
Acknowledgements
Contributor(s)

The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete.

Identification Vassis ICB 2005, 543: "Possessoris libri subscr."
Permalink https://www.dbbe.ugent.be/types/2478
Last modified: 2023-11-23.