Occurrence 18576
(formerly occ/1934)
Καὶ τήνδε λαμπρὰν οὐ(ρα)νοδρόμον βίβλον | |
Τὴν τοὺς βροτοὺς φέρουσαν ἄνω πρ(ὸς) πόλον | |
Τὴν τῶν ἁπασῶν ἀρετῶν πεπλησμένην | |
Τὴν τοῦ κλίμακ(ος) τοῦ σοφοῦ Ἰωάννου | |
κτᾶται σφοδρῷ τε καὶ διαπύρῳ πόθῳ | |
Ο Συναδηνὸς Κομνημὸς Ἰωάννης | |
Ανακτόγαμβρος στρατοπεδάρχης μέγ(ας). | |
Εἰδὼς γὰρ αὐτὴν στερρὰν αὐχοῦσαν βάσι(ν) | |
Ἐς οὐρανὸν φθάνουσαν, αὐτοῦ δε πλάτη | |
Τὰς ἀρετὰς ἔχουσαν ὥσπερ βαθμίδας | |
Ποθεῖ δι᾽ αὐτῆς μέχρις οὐ(ρα)νοῦ φθάσαι | |
Καὶ τῶν ἀγαθῶν ἀπολαῦσαι τῶν ἄνω. | |
Ὃ καὶ γένοιτο, παντάναξ παντοκράτορ. | |
Αὓτη δ᾽ ἐγράφη παρ᾽ ἐμοῦ Κωνσταντίνου | |
Ἁγιοευφημίτου προσκεκλημένου |
Last modified: 2022-12-06.