Occurrence 17485
(formerly occ/694)

ὁ πάντα κόσμον ἐν | λόγω κτίσας πάλιν· |
καὶ νῦν δὲ σώζων | ὡς φιλάν(θρωπ)ος φύσει·
τῆ σωστικῆ σου δέσποτ(α) | προμηθεία·
σύμπρατ|τε τῶ γράψαντι καὶ κε|κτημένω·
ἐν σοὶ | γάρ ἐστιν ἡ βροτῶν | σωτηρία·
δαυϊτη|κὴ πέφυκα δέλ|τος ἀσμάτων·
φέρου|σα τῶ γράψαντι φέρ|τατον κλέος· |
θεόγραφον χάριν δὲ. | τῶ κεκτημένω·
καὶ | μανθάνουσιν εὐκλε|ᾶ τὴν καρδίαν·
κ(αὶ) τοῖς | βλέπουσιν ἐνθεεστά|τους νόας·
ψάλλουσι | δ' ἆσμα, πν(εύματο)ς χορηγία(ν)· |
ἀλλὰ κινῶν ὁ δα(υὶ)δ | ἐμμελῶς τὴν κινύ|ραν·
τὸ τὸν σαοὺλ | ἔφευγε πνεῦμα συ|στρέφον·
ἄδοντες | ἡμεῖς ψαλμικοτά|τους λόγους·
ἐχθρῶν || νοητῶν συμπατοῦ|μεν τὰς κάρας·
τοῦ | πν(εύματο)ς τὰ θεῖα τόξα κ(αὶ) | βέλη·
τείνας ὁ δα(υί)δ | ψαλμοκινήτω λύρα· |
ἅπασαν ὄντως πρὸσβο|λὴν ἐναντίαν·
βάλλει | τιτρώσκει κ(αὶ) διώκει κ(αὶ) | τρέπει·
πιστῶν δὲ πά(ν)|των πρὸς θ(εὸ)ν πτεροῖ φρέ|νας·
καὶ τῶν χαμερ|πῶν ἐξανιστᾶ φρο(ν)|τίδων
πρὸς τὴν ἐν έργοις | ψυχικὴν σωτηρίαν +
Type(s)
Text source DBBE (Inspection of a reproduction of the manuscript)
Text status Text completely known
Date 1058
Manuscript VATICAN CITY - Biblioteca Apostolica Vaticana - Vat. gr. 752 [1058]
Place in Manuscript f. 17r-17v
Palaeographical information Written in distinctive epigraphic script with golden ink, in two columns.
Contextual information The epigram consists of four well-known poems, which are here presented as one long epigram: vv. 1-5 (type 5237), vv. 6-11 (type 4568), vv. 12-15 (type 3628) and vv. 16-22 (type 3878).
Metre(s) Dodecasyllable
Genre(s)
Subject(s)
Comment Devreesse (1950: 267) gives only the first and the last verse.
Image source(s) https://digi.vatlib.it/view/MSS_Vat.gr.752.pt.1
Bibliography
Number of verses 22
Related occurrence(s)
Acknowledgements
Transcriber(s)
Permalink https://www.dbbe.ugent.be/occurrences/17485
Last modified: 2020-12-16.