Occurrence 29687

ἐπίλογος τοῦ αὐτοῦ ἁγιωτάτου πατριάρχ(ου) Αντιοχείας διὰ στίχων ἰαμβικῶν
 
Τὴν μωσαϊκὴν ἀναμετρήσας πλάνην,
ἐρημοβατῶν εἰς ἀνικμοπραξίας
ἐπὶ χρόνοις δὶς εἴκοσιν ἢ καὶ πλέον
πάσης μὲν ἄλλης κοσμικῆς εὐπραγίας
ὡσεὶ τροφῆς μετέσχον ὑπερπλησμίως,
μανναδοτοῦντος τοῦ θεοῦ μοι τὴν χάριν.
μόνην δὲ τὴν γῆν, ἣν ἐπηγγείλατό μοι
χεὶρ κυρίου χρίουσα χριστοὺς κυρίου,
οὐκ εἶδον ὡς ἔκφυλος Ἰσμαηλίτης
ἢ μᾶλλον ἀχάριστος Ἰσραηλίτης.
κἂν γὰρ ἀνήχθην εἰς πόλου μέγα πλάτος,
ἀλλ᾽ οὐ παρείθην ἐντρυφῆσαι τῷ πλάτει·
καὶ κἂν ἀνῆλθον εἰς τρίτου θρόνου κλέος,
ἀλλ᾽ οὐκ ἀπῆλθον ἀπολαῦσαι τοῦ θρόνου.
τὸ πλάτος οὖν μοι τοῦ πόλου μετεστράφη
πρὸς πικρίας χάρυβδιν οὐ μετρουμένην,
καὶ τὸ κλέος κατῆλθε τοῦ τρίτου θρόνου
πρὸς θρῆνον ἐμπρέποντα τοῖς θρηνουμένοις.
οὕτω δὲ τούτων ἐκ θεοῦ δεδογμένων
οὔθ᾽ ὁ πλατυσμὸς τῶν λογοχλαινιδίων
οὕθ᾽ ἡ καλύπτρα τῶν λογικοπρακτέων
εἰς γῆν ἀπερρύησαν ἁπαντοφθόρον,
ὡς εἰρία φθίνοντα σαπρὰς διφθέρας,
ἀλλ᾽ ὡς ῥάκος δύσχρηστον Ἰσραηλίτου
Αἰγύπτιον φεύγοντος ἀκαθαρσίαν
εἰσὶ παρ᾽ ἡμῖν ἐντεθησαυρισμένα.
εἰς δεῖγμα λοιπὸν εὐνοϊκῆς καρδίας
τὰ πυκτία δίδωμι ταυτὶ τοῦ νόμου
τοῖς συναδέλφοις πατριαρχολαίταις,
οὐχ ὡς Μωϋσῆς τὰς θεογράφους πλάκας,
ἀλλ᾽ ὡς Ἰακὼβ τὰς Ἰωσὴφ χλαμύδας,
ἐκ κανονικῆς ἐξυφανθείσας κρόκης
κἀκ τοῦ νομικοῦ στημονηθείσας μίτου.
τοῦ γὰρ Ἰωσὴφ τόν διδακτέον λόγον
λάκκος κατέσχεν ἐθνικῆς κατουργίας
καὶ γλωττοκάκη Περσικῆς ἀπιστίας.
εὔξασθε γοῦν μοι Λευϊτῶν ἅπαν στίφος
(καὶ γὰρ δι᾽ ὑμᾶς ἀπελευκάνθη πλέον
τῶν κανονικῶν ἡ διδαγματουργία)
ἁμαρτιῶν κάθαρσιν εὐμενεστέραν
καὶ ψυχικὴν ἔλλαμψιν ἐμμελεστέραν.
τὸ γὰρ ἰδεῖν με τὸν λαχόντα με θρόνον,
τὴν γῆν Χαναὰν τήν θεωνυμουμένην,
ἀπηγορεύθη· μὴ μάτην γονυκλίτει.
Type(s) [3307] Τὴν Μωσαϊκὴν ἀναμετρήσας πλάνην (44 verses)
Text source
Text status Text completely known
Date 13th-14th c.
Manuscript VATICAN CITY - Biblioteca Apostolica Vaticana - Vat. gr. 844 [13th-14th c.]
Place in Manuscript f. 424r
Person(s)
Scribe
Anastasios Bourdes - RGK: III.21 - PLP: II.3103 (hieromonachos)
Metre(s) Dodecasyllable
Genre(s) Scribe-related epigram
Number of verses 44
Related occurrence(s)
Acknowledgements

The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete.

Permalink https://www.dbbe.ugent.be/occurrences/29687
Last modified: 2019-09-18.