Occurrence 23086
(formerly occ/6978)

Τὴν μωσαϊκὴν ἀναμετρήσας πλάνην·
ἐρημοβατῶν εἰς ἀνικμοπρα|ξίας·
ἐπὶ χρόν(οις) δὶς εἴκοσ(ιν) ἢ (καὶ) πλέον·
πάσ(ης) μ(ὲν) ἄλλ(ης) κοσμικ(ῆς) εὐπραγίας |
ὡσεὶ τροφῆς μετέσχον, ὑπερπλησμί(ως)·
μαννοδοτοῦντο(ς) τοῦ θ(εο)ῦ μοι τὴν | χάριν·
μόνην δὲ τ(ὴν) γὴν ἣν ἐπιγγείλατό μοι·
χεὶρ κ(υρίο)υ χρίουσα χριστ(οὺς) κ(υρίο)υ, |
οὐκ εἶδον· ὡς ἔκφυλος ἰσμαηλίτ(ης)·
κἂν γὰρ ἀνήχθην εἰς πόλου μέγα πλάτος, |
ἀλλ᾽ οὐ παρείθην ἐντρυφῆσαι τῶ πλάτει·
καὶ κἂν ἀνῆλθον εἰς τρίτου | θρόνου κλέο(ς),
ἀλλ᾽ οὐκ ἀπῆλθον ἀπολαῦσαι τοῦ θρόνου·
τὸ πλάτο(ς) οὖν μοι | τοῦ πόλου μετεστράφη,
πρὸ(ς) πικρίας χάρυβδιν οὐ μετρουμένην |
(καὶ) τὸ κλέος κατῆλθε τοῦ τρίτου θρόνου,
πρὸ(ς) θρῆνον (?) ἐμπρέποντα τ(οῖ)ς θρη|νουμ(ένοις)·
οὕτω δὲ τούτων ἐκ θ(εο)ῦ δεδογμ(ένων),
οὔθ᾽ ὁ πλατυσμὸς τ(ῶν) λογοχλαι|νιδίων,
οὔθ᾽ ἡ καλύπτρα τ(ῶν) λογικοπρακτέων,
εἰς γὴν ἀπεῤῥύησ(αν) ἁπαν|τοφθόρ(ον),
ὡς εἰρία φθίνοντα σαπρᾶς διφθέρας·
ἀλλ᾽ ὡς ῥάκος δύσχρη|στον ἰ(σρα)ηλίτου·
αἰγύπτιον φεύγοντο(ς) ἀκαθαρσίαν,
εἰσὶ παρ᾽ ἡμῖν ἐντεθησαυ|ρισμ(έν)α·
εἰς δεῖγμα λοιπ(ὸν) εὐνοϊκῆς καρδίας,
τὰ πυκτία δίδωμι ταυτὶ τοῦ | νόμου,
τ(οῖς) συναδέλφοις π(ατ)ριαρχολευΐταις·
οὐχ ὡς μωϋσῆς τὰς θε|ογράφους πλάκας·
ἀλλ᾽ ὡς ἰακὼβ τὰς ἰωσὴφ χλαμύδας·
ἐκ | κανον(ικῆς) ἐξυφανθείσας κρόκης·
κακ τοῦ νομικοῦ στημονισθείσας | μίτου·
τοῦ γὰρ ἰωσὴφ τ(ὸν) διδακτέον λόγον·
λάκκος κατέσχεν ἐθνικῆς | κακουργίας·
καὶ γλωττοκάκη περσικῆς ἀπιστίας·
εὔξασθε γοῦν μοι | λευϊτ(ῶν) ἅπαν στίφος·
(καὶ) γὰρ δι ὑμᾶς ἀπελευκάνθη πλέον
τ(ῶν) κα(...) | ἡ διδαγματουργία·
ἁμαρτιῶν κάθαρσιν εὐμενεστέραν·
(καὶ) ψυχικὴν ἔ|λλαμψιν, ἐμμελεστέραν·
τὸ γὰρ ἰδεῖν με τ(ὸν) λαχόντα με θρόν(ον)·
τ(ὴν) γ(ῆν) χαναὰν || τήν θεωνυμουμ(ένην),
ἀπηγορεύθη· μὴ μάτην γονυκλίτει:+
Type(s) [3307] Τὴν Μωσαϊκὴν ἀναμετρήσας πλάνην (44 verses)
Text source DBBE
Text status Text completely known
Date 14th c.
Manuscript PARIS - Bibliothèque Nationale de France (BNF) - gr. 1331 [14th c.]
Place in Manuscript f. 417v-418r
Palaeographical information Written continuously.
Metre(s) Dodecasyllable
Genre(s) Text-related epigram
Comment Omont (1888: 12-13): 'Theodori Balsamonis, epilogus, versibus iambicis'. He does not give the text.
Image source(s) https://gallica.bnf.fr/ark:/12148/btv1b10721827j/f429.item
Bibliography
Number of verses 44
Related occurrence(s)
Acknowledgements
Creator(s)
Transcriber(s)

The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete.

Permalink https://www.dbbe.ugent.be/occurrences/23086
Last modified: 2019-05-16.