Type 3307
(formerly typ/1446)
Τὴν Μωσαϊκὴν ἀναμετρήσας πλάνην, | |
ἐρημοβατῶν εἰς ἀνικμοπραξίας | |
ἐπὶ χρόνοις δὶς εἴκοσιν ἢ καὶ πλέον | |
πάσης μὲν ἄλλης κοσμικῆς εὐπραγίας | |
ὡσεὶ τροφῆς μετέσχον ὑπερπλησμίως, | |
μανναδοτοῦντος τοῦ θεοῦ μοι τὴν χάριν. | |
μόνην δὲ τὴν γῆν, ἣν ἐπηγγείλατό μοι | |
χεὶρ κυρίου χρίουσα χριστοὺς κυρίου, | |
οὐκ εἶδον ὡς ἔκφυλος Ἰσμαηλίτης | |
ἢ μᾶλλον ἀχάριστος Ἰσραηλίτης. | |
κἂν γὰρ ἀνήχθην εἰς πόλου μέγα πλάτος, | |
ἀλλ᾽ οὐ παρείθην ἐντρυφῆσαι τῷ πλάτει˙ | |
καὶ κἂν ἀνῆλθον εἰς τρίτου θρόνου κλέος, | |
ἀλλ᾽ οὐκ ἀπῆλθον ἀπολαῦσαι τοῦ θρόνου | |
τὸ πλάτος οὖν μοι τοῦ πόλου μετεστράφη | |
πρὸς πικρίας χάρυβδιν οὐ μετρουμένην, | |
καὶ τὸ κλέος κατῆλθε τοῦ τρίτου θρόνου | |
πρὸς θρῆνον ἐμπρέποντα τοῖς θρηνουμένοις. | |
οὕτω δὲ τούτων ἐκ θεοῦ δεδογμένων | |
οὔθ᾽ ὁ πλατυσμὸς τῶν λογοχλαινιδίων | |
οὔθ᾽ ἡ καλύπτρα τῶν λογικοπρακτέων | |
εἰς γῆν ἀπεῤῥύησαν ἁπαντοφθόρον | |
ὡς εἰρία φθίνοντα σαπρᾶς διφθέρας, | |
ἀλλ᾽ ὡς ῥάκος δύσχρητον Ἰσραηλίτου | |
Αἰγύπτιον φεύγοντος ἀκαθαρσίαν | |
Εἰσὶ παρ᾽ ἡμῖν ἐντεθησαυρισμένα. | |
εἰς δεῖγμα λοιπὸν εὐνοϊκῆς καρδίας | |
τὰ πυκτία δίδωμι ταυτὶ τοῦ νόμου | |
τοῖς συναδέλφοις πατριαρχολευΐταις | |
οὐχ ὡς Μωϋσῆς τὰς θεογράφους πλάκας | |
ἀλλ᾽ ὡς Ἰακὼβ τὰς Ἰωσὴφ χλαμύδας, | |
ἐκ κανονικῆς ἐξυφανθείσας κρόκης | |
κἀκ τοῦ νομικοῦ στημονισθείνας μίτου. | |
τοῦ γὰρ Ἰωσὴφ τόν διδακτέον λόγον | |
λάκκος κατέσχεν ἐθνικῆς κακουργίας | |
καὶ γλωττοκάκη Περσικῆς ἀπιστίας | |
εὔξασθε γοῦν μοι Λευϊτῶν ἅπαν στίφος | |
(καὶ γὰρ δι᾽ ὑμᾶς ἀπελευκάνθη πλέον | |
τῶν κανονικῶν ἡ διδαγματουργία) | |
ἁμαρτιῶν κάθαρσιν εὐμενεστέραν | |
καὶ ψυχικὴν ἔλλαψιν ἐμμελεστέραν | |
τὸ γὰρ ἰδεῖν με τὸν λαχόντα με θρόνον, | |
τὴν γῆν Χαναὰν τήν θεωνυμουμένην, | |
ἀπηγορεύθη˙μὴ μάτην γονυκλίτει. |
Title(s) | Ἐπίλογος εἰς τὸ νομοκάνονον διὰ στίχων ἰαμβικῶν. |
Text status | Text completely known |
Editorial status | Not a critical text |
Genre(s) | Text-related epigram |
Person(s) | |
Metre(s) | Dodecasyllable |
Tag(s) | Reference to content of the book |
Critical Notes | ἐμπρέποντα] ἐμπρέπουσαν L= Laur. 5, 2 λογχοχλαινιδίων] λογχοχλαινίδων B=Bandini I 81 φθίνοντα] φθίνοντος L εὐνοϊκῆς] εύχαρίστου L πατριαρχολευίταις] πατριαρχολαίταις R= Vat. 1185, V= Vat. 844. στημονισθείσας] στημονηθείσας RV τοῦ] τὸν ex τοῦ cor. N=Neap. II C. 2. εὐμενεστέραν] ἐμμελεστέραν N. ἐμμελεστέραν] ἀσφαλεστέραν N. |
Bibliography | |
Number of verses | 44 |
Occurrence(s) |
display 3 more occurrences (6 in total) hide 3 occurrences (6 in total) |
Acknowledgements |
Contributor(s)
The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete. |
Identification | Vassis ICB 2005, 734: "Theod. Balsamon, Epilogus in Nomocanonem" |
Permalink | https://www.dbbe.ugent.be/types/3307 |
Last modified: 2020-08-24.