Occurrence 29673

Επίλογος εἰς τὸ νομοκάνονον διὰ στίχων ἰαμβικῶν
 
Τὴν Μωσαϊκὴν ἀναμετρήσας πλάνην,
ἐρημοβατῶν εἰς ἀνικμοπραξίας
ἐπὶ χρόνοις δὶς εἴκοσιν ἢ καὶ πλέον
πάσης μὲν ἄλλης κοσμικῆς εὐπραγίας
ὡσεὶ τροφῆς μετέσχον ὑπερπλησμίως,
μανναδοτοῦντος τοῦ θεοῦ μοι τὴν χάριν.
μόνην δὲ τὴν γῆν, ἣν ἐπηγγείλατό μοι
χεὶρ κυρίου χρίουσα χριστοὺς κυρίου,
οὐκ εἶδον ὡς ἔκφυλος Ἰσμαηλίτης
ἢ μᾶλλον ἀχάριστος Ἰσραηλίτης.
κἂν γὰρ ἀνήχθην εἰς πόλου μέγα πλάτος,
ἀλλ᾽ οὐ παρείθην ἐντρυφῆσαι τῷ πλάτει·
καὶ κἂν ἀνῆλθον εἰς τρίτ(ου) θρόνου κλέος,
ἀλλ᾽ οὐκ ἀπῆλθον ἀπολαῦσαι τοῦ θρόνου.
τὸ πλάτος οὖν μοι τοῦ πόλου μετεστράφη
πρὸς πικρίας χάρυβδιν οὐ μετρουμένην,
καὶ τὸ κλέος κατῆλθε τοῦ τρίτου θρόνου
πρὸς θρῆννυν ἐμπρέποντα τοῖς θρηνουμένοις.
οὕτω δὲ τούτων ἐκ θεοῦ δεδογμένων
οὔθ᾽ ὁ πλατυσμὸς τῶν λογοχλαινιδίων
οὕθ᾽ ἡ καλύπτρα τῶν λογικοπρακτέων
εἰς γῆν ἀπερρύησαν ἁπαντοφθόρον,
ὡς εἰρία φθίνοντα σαπρᾶς διφθέρας,
ἀλλ᾽ ὡς ῥάκος δύσχρηστον Ἰσραηλίτου
Αἰγύπτιον φεύγοντος ἀκαθαρσίαν
εἰσὶ παρ᾽ ἡμῖν ἐντεθησαυρισμένα.
εἰς δεῖγμα λοιπὸν εὐχαρίστου καρδίας
τὰ πυκτία δίδωμι ταυτὶ τοῦ νόμου
τοῖς συναδέλφοις πατριαρχολευίταις,
οὐχ ὡς Μωϋσῆς τὰς θεογράφους πλάκας,
ἀλλ᾽ ὡς Ἰακὼβ τὰς Ἰωσὴφ χλαμύδας,
ἐκ κανονικῆς ἐξυφανθείσας κρόκης
κἀκ τοῦ νομικοῦ στημονιθείσας μίτου.
τὸν γὰρ Ἰωσὴφ τόν διδακτέον λόγον
λάκκος κατέσχεν ἐθνικῆς κατουργίας
καὶ γλωττοκάκη Περσικῆς ἀπιστίας.
εὔξασθε γοῦν μοι Λευϊτῶν ἅπαν στίφος
(καὶ γὰρ δι᾽ ὑμᾶς ἀπελευκάνθη πλέον
τῶν κανονικῶν ἡ διδαγματουργία)
ἁμαρτιῶν κάθαρσιν ἐμμελεστέραν
καὶ ψυχικὴν ἔλλαμψιν ἀσφαλεστέραν.
τὸ γὰρ ἰδεῖν με τὸν λαχόντα με θρόνον,
τὴν γῆν Χαναὰν τήν θεωνυμουμένην,
ἀπηγορεύθη˙ μὴ μάτην γονυκλίτει.
Type(s) [3307] Τὴν Μωσαϊκὴν ἀναμετρήσας πλάνην (44 verses)
Text source K. Horna 1903, Die Epigramme des Theodoros Balsamon, Wiener Studien, 25, 165-217: 201-202
Text status Text completely known
Date 14th c.
Manuscript NAPLES - Biblioteca Nazionale - gr. II C 2 [14th c.]
Place in Manuscript (unsure) f. 62r
Palaeographical information Horna (1903: 202): '34 τὸν ex τοῦ corr. N'.
Metre(s) Dodecasyllable
Genre(s) Scribe-related epigram
Number of verses 44
Related occurrence(s)
Acknowledgements
Permalink https://www.dbbe.ugent.be/occurrences/29673
Last modified: 2019-09-18.