Type 5247
(formerly typ/3290)

Ὁρῶν, θεατά, τὴν παροῦσαν πυκτίδα,
(...) ὑπτίως σὺ χερσοβατεῖς καρδία,
ὁρῶν δὲ χαῖρε καὶ κατατρύφα πλέον
τῷ σῶμα καὶ νοῦν καὶ ψυχὴν καὶ καρδίαν
ἡδυεπῶν μάλιστα καὶ δυναμένων
αὔξειν, τρέφειν, χαίρειν τε καὶ σκιρτᾶν λίαν.
Ὁρῶν δέ, φίλε, μὴ κενὸς παραδράμῃς,
καὶ τῶν χαρίτων στερηθεὶς τῶν ἀύλων.
Ὁ γὰρ ἔνυλος οὑτοσὶ λειμών, ξένε,
ἄυλον, οἶδα, παρέχειν φυτουργίαν
τοῖς συλλέγειν σπεύδουσιν ἐκ ταύτης ἔαρ.
Εἴπερ γὰρ ὡς μέλισσα φίλεργος δράμῃς
ἀνθηροχρυσόβλυτον συλλέξεις πόαν,
ἥτις πεπανθεὶς ἔνδοθι σῶν ἐγκάτων,
τὸ νέκταρ ὡς γλύκιον ἐκρύσει πόμα,
σταλάζων ἡδὺ καὶ γέμων θυμηδίας
καὶ ψυχοτερπὲς τῇ σεαυτοῦ καρδίᾳ.
Text status Text partially unknown
Editorial status Not a critical text
Genre(s)
Metre(s) Dodecasyllable
Tag(s)
Bibliography
Number of verses 17
Occurrence(s) [22056] (…) θεατά, τὴν παροῦσαν πυκτίδα
ATHENS - Mouseio Benaki - Τ. Α. 239 (f. 10v)
(17 verses)
Acknowledgements
Contributor(s)
Identification Vassis ICB 2005, 548: "Librarii subscr."
Permalink https://www.dbbe.ugent.be/types/5247
Last modified: 2020-02-27.