Occurrence 19682
(formerly occ/3224)
+ ἡ βίβλος αὕτη χειρὶ βαρθολομαίου | |
οἰκτροῦ μοναχοῦ καὶ κατηυτελισμένου | |
εὕρατο τέρμα δεξιὸν καθὼς ἔδει· | |
βουλῆ κελεύσει τοῦ πανηγιασμένου | |
παφνουτίου δή φημι τοῦ παναρέτου. | |
καὶ προστατοῦντος ποιμνίου τοῦ σ(ωτῆ)ρ(ο)ς· | |
ἔτος προσῆν δὲ χιλιάδος ἑξάδος· | |
ἑξακοσίους συμφερούσης καὶ χρόν(ους)· | |
μετρουμένης δ᾽ αὖ τῆς δεκάδος ἑξάκις· | |
χρόνων μονάδα μίαν ἐστερημένης· | |
εὔξασθε τῶ γράψαντι λοιπὸν πατέρες· | |
ὅπως λάβοιμι τῶν ἁμαρτάδων λύσιν· | |
σῶσον λέγοντες χριστὲ τὸν σὸν ἱκέτην· | |
ἀμὴν ἀμὴν γένοιτο σῶτερ χ(ριστ)έ μου+ |
Last modified: 2017-06-26.