Type 3932
(formerly typ/2020)
| Ἡ μουσικὴ μὲν Ὀρφέως πάλαι λύρα, | |
| ἕλληνες ἣν ἔφησαν οἱ μυθογράφοι | |
| ἅπαντα τοῖς κρούμασιν ἕλκειν ἀθρόως, | |
| καὶ θαῦμα πάντων μεῖζον εἶναι θαυμάτων, | |
| τοιοῦτον οὐδὲν ἐτραγῴδησε μέλος, | |
| οἵους ὁ Δαυὶδ ἐξετράνωσε λόγους· | |
| πᾶσαν γὰρ ἐξαίρουσι μοῦσαν ὀργάνων, | |
| σύμφωνον ἐξᾴδουσαν ᾠδὴν ᾀσμάτων. | |
| Παρῆκεν Ὀρφεὺς καὶ σεσίγηκεν λύρα· | |
| θέλγει γὰρ οὔτε δένδρα καὶ ζῷα πλάνα, | |
| Δαυὶδ δὲ νῦν πάρεστι καὶ λαλεῖ ξένα | |
| καὶ τῇ θεοφθόγγῳ τε μέλπει κινύρᾳ, | |
| ἠχεῖ τὰ θεῖα καὶ κροτεῖ παρρησίᾳ, | |
| ἐν γῇ μελῳδεῖ καὶ συνᾴδει τοῖς ἄνω | |
| καὶ κύκλα παμπόνηρα δαιμόνων τρέπει, | |
| παύει δὲ τῇ σύριγγι τῆς εὐρυθμίας | |
| ὡς οἷα δυσκάθεκτα δεινὰ θηρία | |
| ὁρμὰς παθῶν τε καὶ λογισμοὺς ἀστάτων, | |
| ἕλκει βροτῶν γένος καὶ πρὸς ὕμνους τρέπει | |
| καὶ συγχορεύειν ἀγγέλοις ἐπιτρέπει, | |
| καὶ γὰρ σοφίζει καὶ πλατύνει καρδίαν, | |
| καὶ νοῦν καθαίρει καὶ μεταίρει τῶν κάτω, | |
| καὶ ζεῖ τὸ πνεῦμα καὶ καταυγάζει φρένα, | |
| καὶ χειραγωγεῖ πρὸς τρίβους σωτηρίας. |
Last modified: 2025-03-31.
