Type 2125
(formerly typ/187)
Ψαλμῶν τὸ τεῦχος ἐσφραγισμένοις χάρις, | |
εὔρυθμος ᾠδὴ καὶ παθοκτόνον μέλος | |
ἐχθροῦ πονηρὰν προσβολὴν καταστρέφον· | |
Δαυὶδ γὰρ νῦν πάρεστι καὶ λαλεῖ ξένα, | |
ἠχεῖ τὰ θεῖα καὶ κροτεῖ παρρησίᾳ, | |
ἐν γῇ μελῳδεῖ καὶ συνᾴδει τοῖς ἄνω | |
καὶ νοῦν καθαίρει καὶ μεταίρει τῶν κάτω | |
καὶ χειραγωγεῖ πρὸς τρίβους σωτηρίας, | |
πληροῖ δὲ φωτὸς τὰς φρένας τοῦ κτωμένου | |
καὶ προσοικειοῖ τῷ φιλανθρώπῳ λόγῳ. | |
Ποιητὰ οὖν μου, λυτρωτὰ καὶ οἰκτίρμον, | |
ὃς πάντας ἡμᾶς εἰς τὸ σωθῆναι θέλεις, | |
νοσοῦντα ὁμοῦ τὴν ψυχὴν καὶ τὸ σῶμα | |
ἡ σὴ τάχος με προφθάσοι χάρις, Σῶτερ, | |
μακρὰν τὰ πάθη ἐξ ἐμοῦ ποιουμένη. | |
Ἀμήν· γένοιτο εἰς ἅπαντά μου χρόνον | |
Μιχαὴλ μοναχῷ εὐτελεῖ καὶ ἀλίτρῳ. |
Last modified: 2021-11-24.