Occurrence 22317
(formerly occ/6200)

+ Γεωργίου ἰαμβεῖα εἰς τὸν θεοπάτορα δα(υὶ)δ:
 
ἡ μουσικὴ μ(ὲν) ὀρφέ(ως) πάλαι λύρα
ἕλληνες ἣν ἔφησαν οἱ μυθογράφοι·
ἅπαντα τοῖς κρούμασιν ἕλκειν ἀθρῶον·
(καὶ) θαῦμα ταύτην μεῖζον εἶναι θαυμάτ(ων)·
τοιοῦτον οὐδ(ὲν) ἐτραγώδησε μέλος·
οἵους ὁ Δα(υὶ)δ ἐξετράνωσε λόγους·
πᾶσαν γὰρ ἐξαιροῦσι μοῦσαν ὀργάν(ων),
σύμφωνον ἐξᾴδουσαν ᾠδὴν ᾀσμάτ(ων)·
παρῆκεν ὀρφεὺς καὶ σεσίγηκε λύρα.
θέλγει γὰρ αὕτη δένδρα (καὶ) ζῶα πλάνα,
Δα(υὶ)δ δέ νῦν πάρεστι κ(αὶ) λαλεῖ ξένα
(καὶ) τῇ θεοφθόγγῳ τε μέλπει κιννύρα·
ἠχεῖ τὰ θεῖα (καὶ) κροτεῖ παρρησία·
ἐν γῇ μελῳδεῖ (καὶ) συνάδει τοῖς ἄνω·
καὶ κύκλα παμπόνηρα δαιμόν(ων) τρέπει·
παύει δὲ τῆ σύριγγι τῆς εὐρυθμί(ας)·
ὡς οἶα δυσκάθεκτα δεινὰ θηρία·
ὁρμὰς παθῶν τε (καὶ) λογικῶν ἀστάτ(ων)·
ἔλκει βροτούς γε καὶ πρὸ(ς) ὕμνους προτρέπει,
(καὶ) συγχορεύειν ἀγγέλοις ἐπιτρέπει·
(καὶ) γὰρ σοφίζει καὶ πλατύνει καρδίαν
(καὶ) νοῦν καθαίρει· καὶ μεταίρει τῶν κάτω,
(καὶ) ζῆ τὸ πν(εῦμ)α (καὶ) καταυγάζει φρέν(ας)
κ(αὶ) χειραγωγεῖ πρὸς τρίβους σ(ωτη)ρίας:·
Type(s) [3932] Ἡ μουσικὴ μὲν Ὀρφέως πάλαι λύρα (24 verses)
Text source DBBE (Inspection of a reproduction of the manuscript)
Text status Text completely known
Date 1301-1325
Manuscript ATHOS - Mone Dionysiou 60 [13th c.]
Place in Manuscript f. 10r
Metre(s) Dodecasyllable
Genre(s) Author-related epigram
Subject(s)
Comment Lampros (1895: 323) gives only the title and the first two lines.
Bibliography
Number of verses 24
Related occurrence(s)
Acknowledgements Inspection of the manuscript image was possible by courtesy of the monk Gabriel (Mone Dionysiou).

Creator(s)
Transcriber(s)
Permalink https://www.dbbe.ugent.be/occurrences/22317
Last modified: 2020-11-06.