Occurrence 24531
(formerly occ/8491)

Γεωργίου Ἰαμβεῖα εἰς τὸν θεοπάτορα Δαυΐδ
 
Ἡ μουσικὴ μὲν Ὁρφέως πάλαι λύρα,
Ἕλληνες ἥν ἔφησαν οἱ μυθογράφοι
ἅπαντα τοῖς κρούμασιν ἕλκειν ἀθρόον,
καὶ θαῦμα ταύτην μεῖζον εἶναι θαυμάτων,
τοιοῦτον οὐδὲν ἐτραγῴδησε μέλος,
οἵους ὁ Δαυὶδ ἐξετράνωσεν λόγους·
πᾶσαν γὰρ ἐξαίρουσι μοῦσαν ὀργάνων,
σύμφωνον ἐξᾴδουσαν ᾠδὴν ᾀσμάτων.
Παρῆκεν Ὀρφεύς καὶ σεσίγηκεν λύρα·
θέλγει γὰρ οὔτι δένδρα καὶ ζῷα πλάνη,
Δαυὶδ δὲ νῦν πάρεστι καὶ λαλεῖ ξένα,
καὶ τῇ θεοφθόγγῳ τε μέλπει κινύρᾳ,
ἠχεῖ τὰ θεῖα καὶ κροτεῖ παρρησίᾳ,
ἐν γῇ μελῳδεῖ καὶ συνᾴδει τοῖς ἄνω·
καὶ κύκλα παμπόνηρα δαιμόνων τρέπει,
παύει δὲ τῇ σύριγγι τῆς εὐρυθμίας,
ὡς οἷα δυσκάθεκτα δεινὰ θηρία,
ὁρμὰς παθῶν τε καὶ λογισμῶν ἀστάτων·
ἕλκει βροτοὺς γὲ καὶ πρὸς ὕμνους προτρέπει,
καὶ συγχορεύειν ἀγγέλοις ἐπιτρέπει·
καὶ γὰρ σοφίζει καὶ πλατύνει καρδίαν,
καὶ νοῦν καθαίρει καὶ μεταίρει τῶν κάτω,
καὶ ζῆ τὸ πνεῦμα καὶ καταυγάζει φρένας,
καὶ χειραγωγεῖ πρὸς τρίβους σωτηρίους.
Type(s) [3932] Ἡ μουσικὴ μὲν Ὀρφέως πάλαι λύρα (24 verses)
Text source G. Parpulov, 2014, Toward a History of Byzantine Psalters, Plovdiv: 222-223
Text status Text completely known
Date 1076-1100
Manuscript MOSCOW - Gosudarstvennyj Istoričeskij Musej (GIM) - Sinod. gr. 358 (Vlad. 47) [11th-12th c.]
Place in Manuscript f. 33r-33v
Metre(s) Dodecasyllable
Genre(s) Author-related epigram
Subject(s)
Number of verses 24
Related occurrence(s)
Acknowledgements
Creator(s)

The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete.

Permalink https://www.dbbe.ugent.be/occurrences/24531
Last modified: 2020-11-06.