Occurrence 17364
(formerly occ/557)

ἐπίγραμμα εἰς τὸ ψαλτήριον·
 
Ἡ μουσι(κὴ) μὲν ὀρφέως λύρα· |
ἕλληνες ἣν ἔφησαν οἱ μυθογράφοι·
ἅπαντα τοῖς κρούμα|σιν ἕλκειν ἀθρόως·
καὶ θαῦμα ταύτην μεἶζον εἶναι θαυμάτων, |
τοιοῦτον οὐδὲν ἐτραγώδει μέλος,
οἵους ὁ Δα(υὶ)δ ἐξετράνωσε λόγους: |
πᾶσαν γὰρ ἐξαίρουσι μοῦσαν ὀργάνων·
σύμφωνον ἐξάδουσ(αν) ὠδ(ὴν) | ᾀσμάτων˙
παρῆκεν ὀρφεὺς καὶ σεσίγηκεν λύρα: |
θήγει γὰρ οὔτε δένδρα καὶ ζῶα πλάνη· |
δαυὶδ δὲ νῦν πάρεστι καὶ λαλεῖ ξένα: |
καὶ τῆ θεοφθόγγω τε μέλπει κιννύρα: |
ἠχεῖ τὰ θεῖα καὶ κροτεῖ παρρησία:· |
ἐν γῆ μελωδεῖ καὶ συνᾴδει τοῖς ἄνω:· |
καὶ κύκλα παμπόνηρα δαιμόνων τρέπει:· |
παύει δὲ τῆ σύριγγι τῆς εὐρυθμίας:· |
ὡς οἷα δυσκάθεκτα δεινὰ θηρία:· |
ὁρμὰς παθῶν τε καὶ λογισμοὺς ἀστάτων:· |
ἔλκει βροτοὺς γε καὶ πρὸς ὕμνους προτρέπει: |
Καὶ συγχορεύειν ἀγγέλοις ἐπιτρέπει:· |
Καὶ γὰρ σοφίζη καὶ πλατύνει καρδίαν, |
Καὶ νοῦν καθαίρει καὶ μεταίρει τῶν κάτω· |
Καὶ ζεῖ τὸ πνεῦμα καὶ καταυγάζει φρένας· |
Καὶ χειραγωγεῖ πρὸς τρίβους σωτηρίας:– |
Type(s) [3932] Ἡ μουσικὴ μὲν Ὀρφέως πάλαι λύρα (24 verses)
Text source DBBE (Inspection of a reproduction of the manuscript)
Text status Text completely known
Date 1087
Manuscript VATICAN CITY - Biblioteca Apostolica Vaticana - Vat. gr. 342 [1087-1088]
Place in Manuscript f. 281v-282r
Person(s)
Scribe
Michael (11th c.) - RGK: I.289, III.472 (alitros, monachos)
Palaeographical information The epigram follows the preceding text without any indication that a new text begins. From line 10 onwards the scribe correctly divides the verses of the poem, copying one verse per line.
Metre(s) Dodecasyllable
Genre(s) Author-related epigram
Subject(s)
Image source(s) https://digi.vatlib.it/view/MSS_Vat.gr.342/0578
Bibliography
Number of verses 24
Related occurrence(s)
Acknowledgements
Transcriber(s)

The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete.

Permalink https://www.dbbe.ugent.be/occurrences/17364
Last modified: 2020-11-06.