Occurrence 32754

Νικήτα τοῦ θεοφιλ(εστάτου) διακόνου τῆς τοῦ θεοῦ μεγάλης ἐκκλησίας
 
Ὡς ἄλλον εἰδότες σε θεῖον Μωσέα
ἐξ οὐρανοῦ τε μᾶλλον ἤ περ ἐξ ὄρους
τὰς μυστικὰς λαβόντα πανσέπτους πλάκας,
ἐκ χειρὸς αὐτοῦ τοῦ θεοῦ καὶ δεσπότου,
καὶ δόντα πᾶσι προξένους σωτηρίας
τὰς σωστικάς σου πανσόφους, πάτερ, βίβλους,
τιμῶμεν ὡς μάλιστα σὲ πρὸς ἀξίαν
ὡς μυσταγωγὸν ἐνθέων διδαγμάτων
καὶ πρᾶξιν αὐτὴν καὶ θεωρίας βάθη
(πολλοῖς ἐφικτὰ μηδαμῶς πεφυκότα)
σαφῆ προθέντα τοῖς θέλουσιν εἰδέναι
καὶ μὴ φθόνῳ φεύγουσι τούτων τὴν θέαν·
φλεχθεὶς γὰρ αὐτὸς ἄνθρακι τρισηλίῳ
ψυχήν, λόγον, νοῦν, καὶ καθαρθεὶς τὰς φρένας
φέγγεις ὁμοῦ τε καὶ φλογίζεις τοῖς λόγοις·
τοὺς πονηροὺς πυρπολεῖς τε καὶ φλέγεις,
χρηστοὺς δὲ φωτίζεις τε καὶ σώζεις ὅλως
συγγράμμασι σοῖς ἀσμένως πειθηνίους·
ὧνπερ τὸ πλῆθος, κάλλος, ὕψος καὶ βάθος
καὶ τὸ κραταιὸν ἰσχύος νοημάτων
διδαγμάτων τε ποικίλας διακρίσεις
τίς ἐξιχνιάσειεν; ἦ σιγῇ μόνῃ
τούτοις τὸ σεπτὸν νοῦν ἔχων τις προσνέμοι,
νικῶσι μήκη καὶ κράτη τὰ τῶν λόγων·
ταῦτα βδέλυγμα πατρὶ τῷ σεβασμίῳ
πλὴν πίστεως ἔνδειγμα τῆς ἐμῆς μόνον.
Πυρός τι χρῆμα πᾶς νόμιζε λαμβάνειν
ἐν χερσίν, ὃς ἂν τήνδε τὴν βίβλον δέχῃ·
εἰ μὲν γὰρ εἶ τέλειος, ἁγνὸς καρδίαν,
τὴν πρᾶξιν ἤδη μυστικῇ θεωρίᾳ
σοφῶς ὑπερβὰς καὶ θεῷ προσεγγίσας.
καὶ τὰς ἐκεῖθεν ἀστραπὰς δεδεγμένος,
ἄνοιξον αὐτὴν καὶ μέτελθε γνησίως·
δρέψῃ γὰρ ὄντως ὠφέλειαν, οὐ βλάβην,
εἰς γνῶσιν ἐλθὼν μᾶλλον ἐκπρεπεστέραν,
ἧσπερ μετέσχες Πνεύματος κοινωνίας·
ἐλλάμψεων θείων τε μέτρα καὶ τρόπους
Σαφῶς μυηθεὶς φωτὶ φῶς ἂν προσλάβοις·
εἰ δ’ οὐκ ἀνὴρ τέλειος ἀκμὴν τυγχάνεις
(τοῦ πνεύματός σοι φημὶ τὴν ἡλικίαν)
οὔπω τε τὴν αἴσθησιν ἐκβὰς ἐνθέως
τὴν ὑλικὴν παρῆλθες ἤδη δυάδα
καὶ ταῖς ἀΰλοις γνωστικαῖς θεωρίαις
γνωσθεὶς ἐπέγνως ἐν Θεῷ Θεὸν βλέπων,
γνῶναι θελήσεις μηδαμῶς τὰ τῆς βίβλου,
μήπως θέλων φῶς μᾶλλον εὑρήσεις φλόγα
ἀπιστίᾳ φλέξει τε τὴν σὴν καρδίαν,
ἢ καὶ βλαβήσῃ τοῦ νοός σου τὰς κόρας,
πρὸς πᾶν ὅπερ πρόεισιν ἐξ αὐτῆς φάος
οὐκ εὐτονήσας ἀντιβλέψαι γνησίως.
Type(s)
Text source A. Kambylis, 1976, Symeon Neos Theologos, Hymnen, Berlin: 26-28
Text status Text completely known
Date 14th c.
Manuscript PATMOS - Mone tou Hagiou Ioannou tou Theologou 427 [14th c.]
Place in Manuscript f. 101v-102r
Palaeographical information Kambylis (1976: LXXIX) on the title: "Hinter διακόνου stand ursprünglich (ebenfalls in Rot) καὶ διδασκάλου, jetzt mit schwarzer Tinte durchgestrichen."
Kambylis (1976: 28) on v. 50: "post γνησίως in eadem linea ὁ πίμαξ τῶν θείων ἐρώτων alia manu add.".
Contextual information The epigram is the last in a series of three poems, which precede Symeon the New Theologian's Hymns. The epigram is a combination of two poems, presented here as one (cf. Kambylis (1976: 27)).
Metre(s) Dodecasyllable
Genre(s)
Subject(s)
Bibliography
Number of verses 50
Related occurrence(s)
Acknowledgements
Contributor(s)

The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete.

Permalink https://www.dbbe.ugent.be/occurrences/32754
Last modified: 2020-12-14.