Occurrence 32545

+ στίχοι ἰαμβεῖοι ἕτεροι· νικήτα τοῦ θεοφιλεστάτου διακόνου | (καὶ) διδασκάλου τῆς μεγάλης τοῦ θ(εο)ῦ ἐκκλησίας:-
 
Ὡς ἄλλον εἰδότες σε θεῖον μωσέα·
ἐξ οὐ(ρα)νοῦ τε μᾶλλον ἤπερ | ἐξ ὄρους·
τὰς μυστικὰς λαβόντα πανσέπτους πλάκ(ας)· |
ἐκ χειρὸς αὐτ(οῦ) τοῦ θ(εο)ῦ καὶ δεσπότου·
καὶ δόντα πᾶσι προ|ξένους σ(ωτη)ρίας·
τὰς σωστικάς σου πανσόφ(ους) π(ᾶτ)ερ βίβλ(ους), |
τιμῶμ(εν) ὡς μάλιστα σὲ πρὸ(ς) ἀξίαν·
ὡς μυσταγωγὸν | ἐνθέ(ων) διδαγμ(ά)τ(ων),
καὶ πρᾶξιν αὐτ(ὴν) (καὶ) θεωρίας | βάθη·
πολλοῖς ἐφικτὰ μηδαμ(ῶς) πεφυκότα· ||
σαφῆ προθέντα τοῖς θέλουσιν εἰδέναι.
καὶ μὴ φθόνω φεύγουσι | τούτων τὴν θέαν·
φλεχθεὶς γὰρ αὐτὸς ἄνθρακι τρισηλίῳ· |
ψυχὴν λόγον νοῦν καὶ καθαρθεὶς τὰς φρένας,
φέγγεις ὁμοῦ | τε καὶ φλογίζεις τοῖς λόγοις·
τ(οὺς) μ(ὲν) πονηρ(οὺς), πῦρ πολεῖς | τε κ(αὶ) φλέγεις·
χρηστοὺς δὲ φωτίζεις τε καὶ σώζεις ὅλως |
συγγράμμασι σοῖς ἀσμένως πειθηνίους·
ὧνπερ τὸ | πλῆθος κάλλος ὕψος καὶ βάθος·
καὶ τὸ κραταιὸν ἰ|σχύος νοημ(ά)τ(ων)·
διδαγμ(ά)τ(ων) τε ποικίλας διακρίσεις,
τίς | ἐξιχνιάσει(εν) ἢ σιγῇ μόνῃ·
τούτοις τὸ σεπτὸν νοῦν | ἔχων, τίς προσνέμοι,
νικῶσι μήκη (καὶ) κράτη τὰ τ(ῶν) | λόγων·
ταῦτα βδέλυγμα π(ατ)ρὶ τῶ σεβασμίῳ· |
πλὴν πίστε(ως) ἔνδειγμα, τῆς ἐμῆς μόνον:-
Type(s) [2138] Ὡς ἄλλον εἰδότες σε θεῖον Μωσέα (26 verses)
Text source DBBE (Inspection of a reproduction of the manuscript)
Text status Text completely known
Date 1391-1400
Manuscript OXFORD - Bodleian Library - Barocci 5 [1391-1400]
Place in Manuscript f. 165v-166r
Contextual information The epigram is the second in a series of three poems, which precede the pinax of Symeon the New Theologian's Hymns and the first Hymn.
Metre(s) Dodecasyllable
Genre(s) Author-related epigram
Subject(s)
Image source(s)
Bibliography
Number of verses 26
Related occurrence(s)
Acknowledgements
Transcriber(s)

The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete.

Permalink https://www.dbbe.ugent.be/occurrences/32545
Last modified: 2020-11-26.