Occurrence 23982
(formerly occ/7935)

+ στίχοι νικήτα του θεοφιλεστάτου διακό(νου) κ(αὶ) | διδασκάλου τῆς μεγάλης τοῦ θ(εο)ῦ ἐκκλησί(ας), τοῦ χαρτο|φύλακο(ς):-
 
ὡς ἄλλον εἰδότες σε θεῖον μωσέα·
ἐξ | οὐ(ρα)νοῦ τε μᾶλλον ἤπερ ἐξ ὄρους·
τὰς | μυστικὰς λαβόντα πανσέπτους πλά(κας)
ἐκ χειρὸς αὐτοῦ τοῦ θ(εο)ῦ καὶ δεσπότου
κ(αὶ) δόντα πᾶσι προξένους σ(ωτη)ρίας·
Τὰς σωστικάς σου πανσόφους π(άτ)ερ βί|βλους;
τιμῶμεν ὡς μάλιστα σὲ πρὸ(ς) | ἀξίαν·
ὡς μυσταγωγὸν ἐνθέων δι|δαγμάτων·
κ(αὶ) πρᾶξιν αὐτὴν καὶ θεω|ρίας βάθη;
πολλοῖς ἐφικτὰ μηδα|μῶς πεφυκότα·
σαφῆ προθέντα | τοῖς θέλουσιν εἰδέναι·
καὶ μὴ φθό|νω φεύγουσι τούτων τὴν θέαν·
φλε|χθεὶς γὰρ αὐτὸς ἄνθρακι τρισηλίω·
ψυχήν λόγον νοῦν καὶ καθαρθεὶς | τὰς φρένας;
φέγγεις ὁμοῦ τε καὶ | φλογίζεις τοῖς λόγοις·
τοὺς μὲν πονηροὺς, πυρπολεῖς τε καὶ φλέγεις·
χρηστοὺς | δὲ φωτίζεις τε καὶ σώζεις ὅλως·
συγγράμμασι σοῖς, ἀσμένως πειθη|νίους·
ὧνπερ τὸ πλῆθος· κάλλος | ὕψος καὶ βάθος·
καὶ τὸ κραταιὸν | ἰσχύος νοημάτων·
διδαγμάτων τε | ποικίλας διακρίσεις;
τίς ἐξιχνιά||σειεν (?) ἢ σιγῆ μόνῆ·
τούτοις τὸ σεπτὸν | νοῦν ἔχων τις προσνέμοι·
νικῶσι | μήκη καὶ κράτη τὰ τῶν λόγων·
ταῦ|τα βδέλυγμα π(ατ)ρὶ τῶ σεβασμίῶ·
πλὴν πίστεως ἔνδειγμα τῆς ἐμῆς μό(νον):
Type(s) [2138] Ὡς ἄλλον εἰδότες σε θεῖον Μωσέα (26 verses)
Text source DBBE (Inspection of a reproduction of the manuscript)
Text status Text completely known
Date 14th c.
Manuscript PARIS - Bibliothèque Nationale de France (BNF) - suppl. gr. 103 [14th c.]
Place in Manuscript f. 15r-15v
Palaeographical information The title is written in red ink, as is the first letter of the sixth verse.
Contextual information According to Kambylis (1968: 22), the epigram precedes the title.
Metre(s) Dodecasyllable
Genre(s) Author-related epigram
Subject(s)
Image source(s)
Bibliography
Number of verses 26
Related occurrence(s)
Acknowledgements
Creator(s)

The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete.

Permalink https://www.dbbe.ugent.be/occurrences/23982
Last modified: 2020-11-18.