Type 5428
(formerly typ/3475)
Πυρός τι χρῆμα πᾶς νόμιζε λαμβάνειν | |
ἐν χερσίν, ὃς ἂν τήνδε τὴν βίβλον δέχῃ· | |
εἰ μὲν γὰρ εἶ τέλειος, ἁγνὸς καρδίαν, | |
τὴν πρᾶξιν ἤδη μυστικῇ θεωρίᾳ | |
σοφῶς ὑπερβὰς καὶ θεῷ προσεγγίσας. | |
καὶ τὰς ἐκεῖθεν ἀστραπὰς δεδεγμένος, | |
ἄνοιξον αὐτὴν καὶ μέτελθε γνησίως· | |
δρέψῃ γὰρ ὄντως ὠφέλειαν, οὐ βλάβην, | |
εἰς γνῶσιν ἐλθὼν μᾶλλον ἐκπρεπεστέραν, | |
ἧσπερ μετέσχες Πνεύματος κοινωνίας· | |
ἐλλάμψεων θείων τε μέτρα καὶ τρόπους | |
Σαφῶς μυηθεὶς φωτὶ φῶς ἂν προσλάβοις· | |
εἰ δ’ οὐκ ἀνὴρ τέλειος ἀκμὴν τυγχάνεις | |
(τοῦ πνεύματός σοι φημὶ τὴν ἡλικίαν) | |
οὔπω τε τὴν αἴσθησιν ἐκβὰς ἐνθέως | |
τὴν ὑλικὴν παρῆλθες ἤδη δυάδα | |
καὶ ταῖς ἀΰλοις γνωστικαῖς θεωρίαις | |
γνωσθεὶς ἐπέγνως ἐν Θεῷ Θεὸν βλέπων, | |
γνῶναι θελήσεις μηδαμῶς τὰ τῆς βίβλου, | |
μήπως θέλων φῶς μᾶλλον εὑρήσεις φλόγα | |
ἀπιστίᾳ φλέξει τε τὴν σὴν καρδίαν, | |
ἢ καὶ βλαβήσῃ τοῦ νοός σου τὰς κόρας, | |
πρὸς πᾶν ὅπερ πρόεισιν ἐξ αὐτῆς φάος | |
οὐκ εὐτονήσας ἀντιβλέψαι γνησίως. |
Title(s) | Βασιλείου ἀσηκρῆτις |
Text source | A. Kambylis, 1976, Symeon Neos Theologos, Hymnen, Berlin: 27-28 |
Text status | Text completely known |
Editorial status | Critical text |
Genre(s) | |
Person(s) | |
Metre(s) | Dodecasyllable |
Tag(s) | |
Comment | The epigram is also preserved in the 16th-century manuscript Vat. gr. 1782 and the 18th-century manuscript Ankara, Türk Tarih Kurumu 18. |
Bibliography | |
Number of verses | 24 |
Occurrence(s) |
|
Acknowledgements |
Contributor(s)
The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete. |
Identification | Vassis ICB 2005, 655: "Basilius Asecretis, In laudem Symeonis Novi Thelogi" |
Permalink | https://www.dbbe.ugent.be/types/5428 |
Last modified: 2020-12-14.