Occurrence 32547

+ ἕτεροι εἰς τὸν αὐτ(ὸν) ἅγιον συμεὼν· βασιλ(είου) ἀσηκρῆτις:
 
πυρός τι χρῆμα πᾶς νόμιζε λαμβάνειν,
ἐν χερσὶν, | ὃς ἂν τήνδε τὴν βίβλον δέχῃ·
εἰ μ(ὲν) γὰρ εἶ τέ|λειος· ἁγνὸς καρδίᾳ·
τὴν πρᾶξιν ἤδη μυστικῇ | θεωρία·
σοφῶς ὑπερβὰς καὶ θ(ε)ῷ προσεγγίσας·
κ(αὶ) | τὰς ἐκεῖθ(εν) ἀστραπὰς δεδεγμ(έν)ος,
ἄνοιξον αὐτὴν καὶ | μέτελθε γνησί(ως)·
δρέψ(...) γὰρ ὄντως ὠφέλειαν οὐ βλάβ(ην)· |
εἰς γνῶσιν ἐλθὼν μᾶλλον εὐπρεπεστέραν·
ἧσπερ μετέσχες | πν(εύματο)ς κοινωνίας·
ἐλλάμψεων θεί(ων) τε μέτρα (καὶ) (...)πους· ||
σαφῶς ἀναχθεὶς, φωτὶ φῶς ἂν προσλάβοις·
εἰ δ’ οὐκ | ἀνὴρ τέλειος ἀκμὴν τυγχάνεις·
τοῦ πν(εύματο)ς σοι φημὶ | τὴν ἡλικίαν·
οὔ ποτε τὴν αἴσθησιν ἐκβὰς ἐνθέως. |
τὴν ὑλικὴν παρῆλθες ἤδη δυάδα·
καὶ ταῖς ἀΰλοις | γνωστικαῖς θεωρίαις
γνωσθεὶς ἐπέγνως· ἐν θ(ε)ῷ θ(εὸ)ν βλέπ(ων), |
γνῶναι θελήσης μηδαμ(ῶς) τὰ τ(ῆς) βίβλου·
μήπως θέλ(ων) | φῶς, μᾶλλον εὑρήσεις φλόγα·
ἀπιστία φλέξει τε τὴν | σὴν καρδίαν·
ἢ καὶ βλαβήσῃ τοῦ νοός σου τ(ὰς) κόρας |
πρὸς πᾶν ὅπερ πρόεισιν ἐξ αὐτῆς φάος.
οὐκ εὐτονήσας | ἀντιβλέψαι γνησίως:-
Type(s) [5428] Πυρός τι χρῆμα πᾶς νόμιζε λαμβάνειν (24 verses)
Text source DBBE (Inspection of a reproduction of the manuscript)
Text status Text completely known
Date 1391-1400
Manuscript OXFORD - Bodleian Library - Barocci 5 [1391-1400]
Place in Manuscript f. 166r-166v
Contextual information The epigram is the last in a series of three poems, which precede the pinax of Symeon the New Theologian's Hymns and the first Hymn.
Metre(s) Dodecasyllable
Genre(s)
Image source(s)
Bibliography
Number of verses 24
Related occurrence(s)
Acknowledgements
Transcriber(s)

The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete.

Permalink https://www.dbbe.ugent.be/occurrences/32547
Last modified: 2020-11-26.