| + ἡ τῶν ἐπιστολῶν ὑπόθεσις | διὰ ἰάμβων· |
| |
| Ὁ παῦλος ὁ ἄϋλος ἐκ τῶν πραγμάτ(ων)· |
| ἢ γραμμάτων πέφηνε τῆ διαστάσει· |
| Τὸ πι γὰρ αἴρων τοῦτο γνώση ῥαδίως· |
| μάλιστα προσχὼν οἷς βιοῦς ἦν (καὶ) γράφω(ν)· |
| ἢ παῦλον αὐλὸν τοῦ παρακλήτου λέγε· |
| ἄρον τὸ πρῶτον γράμμα (καὶ) τόνον λέγει· |
| ἐνθεὶς, διαγνῶς πν(εύματο)ς τοῦτον λύραν, |
| ὡς ὄργανόν τε τῆς θεοῦ μουσουργίας· |
| Ὡς δάκτυλος γὰρ τοῦτον ἡ θεία χάρις |
| περικροτοῦσα (καὶ) δονοῦσα τὴν κτίσιν, |
| εἵλκυσεν ἐξήγειρε πρὸς εὐπιστίαν· |
| δι' ἧς τὸ σωσίκοσμον ἤχησε μέλος· |
| Ἄπολλον ἔρρε, (καὶ) συναιρρέτω τρίπους· |
| ζήτω δὲ παῦλος ἐκ πόλου λαλῶν τρίτου· |
| θέλγων συνέλκων πάντ(ας) εἰς τριττ(ὸν) σέβ(ας)· |
| Ἐπιστολ(ῶν) τούτου γὰρ ἂν δὶς ἑπτάδα |
| πιστῶς διέλθοις. ζῶντα καρδίας μέσο(ν) |
| τούτου διαγνῶς (καὶ) λαλοῦν(τα) τὸν λόγον· |
| ὃς χριστὸς ὁ ζῶν ἐστι τοῦ π(ατ)ρ(ὸ)ς λόγος· |
| Ἄκουε τοίνυν τῶν ἐπιστολῶν βάθη· |
| ὕψη δὲ μᾶλλον συντομωτάτω λόγωι· |
| Ἐπιστολὴν πρώτην δὲ πρὸ(ς) ῥώμην γράφει· |
| ὡς οἷα πρώτην χριστὸν εἰσδεδεγμένην· |
| τῆ δευτέρα πλήττει δὲ τοὺς κορινθίους· |
| ὡς πίστιν οὐ τηροῦντας ἠκριβωμένως· |
| Πάλιν δὲ τούτοις τοὺς ὀνειδισμοὺς γράφει, |
| (καὶ) τὴν ἑαυτοῦ προστιθεὶς παρουσίαν· |
| Τὴν δ' αὖ τετάρτην πρὸ(ς) γαλάτας μὴ κόπους |
| αὐτῶ παρασχεῖν· ἐγχαράττει πρὸ(ς) πλάν(ην) |
| ἰουδαϊστῶν, ἐκκυλισθέντας πάλιν· |
| Πρὸς τοὺς ἐφεσίους δὲ (καὶ) ῥώμης, ἕνα |
| σκοπὸν τέθεικεν οἶα πιστοῖς ἐκ λόγω(ν), |
| τοῦτον γὰρ ἦσαν οὐδαμῶς δεδορκότ(ες)· |
| Ἕκτην φιλίππων τοὺς κατοίκους ἐγγράφει· |
| πλείους ἐπαίνους τῶν κορινθίων πλέκω(ν), |
| καύχημα τούτου (καὶ) στέφανον δεικνύω(ν)· |
| Εἰς ἑβδόμην δὲ τοῖς κολοσσαῖς μηνύει· |
| ὡς εὐσεβοῦσι πᾶσαν ἐκφεύγειν πλάν(ην)· | |
| (καὶ) νουθετεῖν ἔγραψεν ἀρχίππω πλέον· |
| Πρὸς θετταλοὺς (δὲ) δὶς γράφων, εὐφημίας |
| λόγους ἔγραψεν ὥς τι (καὶ) πεπονθότας, |
| ἐκ συγγενῶν, καθώς περ ἐν σιὼν τιν(ές)· |
| Πάλιν δὲ τούτοις ἦν γράφων εὐθυμίας· |
| (καὶ) καρτερεῖν τε συμφορῶν ἀθυμίαις |
| οἷς (καὶ) σοφῶς ἔλεξεν αἰῶνος τέλ(ος)· |
| Ἑξῆς ἔγραψε τὴν πρὸς ἑβραίους μίαν· |
| φαίνων ἄμειψιν πίστεως. ἐκ τ(ῶν) λόγ(ων)· |
| φωνὰς προφητῶν, πρόσθεσίν τε τ(ῶν) ὄχλ(ων) |
| Ἡ πρὸς τιμόθεον δὲ πρώτη· τὸν τρόπον |
| ἀρχῆς διδάσκει (καὶ) τύπους ἐκκλησίας |
| τὴν ταξιν αὐτὴν (καὶ) διδάσκεσθαι πόθω· |
| Αἰνεῖ δὲ τοῦτον ἡ δὶς ἓξ, καὶ δεικνύει |
| τὴν πίστιν ἐκ μάμμης τὲ (καὶ) μ(ητ)ρ(ὸ)ς φέρειν· |
| ψέγει (δὲ) λοιποὺς, οὐ τὸν ὀνησιφόρον· |
| Τιμοθέω δηλοῖ δὲ φεύγειν πᾶν ῥέον |
| (καὶ) τὴν ἑαυτοῦ νῦν τελευτὴν μηνύει· |
| τὰς αἱρέσεις φύναι δὲ (καὶ) μὴ θαυμάσειν· |
| γράψας πρὸς αὐτὸν τοῦ πορευθῆναι τάχο(ς)· |
| τὸ σπένδομαι γὰρ δεῖγμα τραν(ὸν) τοῦ τέλ(ους)· |
| Ἑξῆς (δὲ) τίτωι κληρικῶν καταστάσεις· |
| (καὶ) θεσμὸν ἐκτίθησι τῆς ἐκκλησίας· |
| Δέδεκτο (καὶ) φιλήμων τὴν δὶς ἑπτάδα |
| τὸν δοῦλον ὀνήσιμον εἰς ἐλευθέρων |
| ἐλθόντα τάξιν (καὶ) μεμαρτυρηκότα |
| σκελῶν τὲ θλάσιν ὡς κεκαρτερηκότα |
| ῥώμης ἐπ' αὐτῆς, ἐν χρόνοις τοῦ τερτύλου· |
| Ἐν τοῖς χρόνοις δὲ καίσαρος τιβερίου· |
| ὧν ἦν ἀριθμὸς ἑπτὰ σὺν δὶς ἑξάδι, |
| παῦλο(ς) διδάσκειν ἦρκτο τοῦ κηρύγματο(ς)· |
| ἕως κλαυδίου τῶν χρόνων τρεῖς (καὶ) δέκα |
| ὅτ' ἡγεμὼν ἦν τῆς ἰουδαίας φἰληξ· |
| ὑφ' οὗ καθείρχθη παῦλος ἐν δυσὶ χρόνοις· |
| ἐν καισαρεία (καὶ) πάλιν τῶι πορκίωι |
| φήστω παραστὰς τοὺς ἐτασμοὺς ἦν φέρων· |
| (καὶ) μηχανᾶται τοῦτον ἐκπεφευγέναι· |
| ζητῶν ἀπελθεῖν ἔνθα καίσαρ τυγχάνει· |
| (καὶ) στέλλεται τάχιστα πρὸς ῥώμην πόλιν |
| ἣν ὁ βδελυκτὸ(ς) καῖσαρ ἐστρόβει νέρων· || |
| συνῆν δὲ παύλωι συγγραφεὺς τ(ῶν) πρ(ά)ξε(ων)· |
| λουκᾶς· ἀρισταρχός τε σὺν προθυμίαι· |
| τούτου μέχρι γράφει δὲ. παῦλος γὰρ δύο |
| χρόνους καθεῖρκτο (καὶ) πέπαυτο τοῦ γράφειν. |
| (καὶ) λουκᾶς αὐτὸν ἐκλέλοιπεν αὐτίκα |
| σὺν ἀριστάρχωι, (καὶ) διῆγεν φεῦ μόνος· |
| ἑξῆς γράφει παύλου (δὲ) πᾶν ἀθλημάτω(ν). |
| εὐσέβιος κάλλιστα (καὶ) δρόμου χρόνον, |
| (καὶ) πῶς ἄδειαν ἐκ νέρωνος ἦν ἔχων· |
| (καὶ) πῶς διδάσκ(ων) ἦν χρόνοις μέτρω δέκα· |
| ἔκστηθι τὴν νέρωνος ὠμὴν καρδίαν, |
| ὃς οὐ μόνον δέδεικτο φεῦ μητροκτόνο(ς), |
| ἀλλ' οὗν μανεὶς, ἀνεῖλεν ὀκταουΐαν, |
| τούτου βοηθὸν. συγγενεῖς τε μυρίους· |
| ἔπειτα κ' αὐτοὺς μαθητὰς κ(υρίο)υ· |
| ὠμῶς ἀναιρεῖν ἦρκτο θηριωδίαι. |
| ὧι (καὶ) προσήχθη παῦλο(ς)· ἦν δ' ἔχων πάλι(ν)· |
| λουκᾶν σὺν αὐτῶι (καὶ) νενέκρωται ξίφει· |
| ὁ ζῶν ἀεί τε (καὶ) λαλῶν καθημέραν· |
| νέρωνος ἦν δὲ τρεῖς τε (καὶ) δέκα χρόνο(ς)· |
| ἐκ τοῦ πάθους δὲ κ(υρίο)υ χρόνων δέκα· |
| τρισσουμένων ἦν ὁ δρόμο(ς) σὺν ἑξάδι:- |