Occurrence 24102
(formerly occ/8063)

ἡ τῶν ἐπιστολῶν ὑπόθεσις διὰ ἰάμβων:~
 
Ὁ παῦλος ὁ ἄυλος ἐκ τῶν πραγμάτων,
Ἢ γραμμάτων πέφηνε τῇ διαστάσει.
Τὸ πῷ γὰρ αἴρων τοῦτο γνώσει ῥᾳδίως·
Μάλλιστα προσσχὼν οἷς βιοὺς ἦν κ(αὶ) γράφω(ν)·
Ἢ παῦλ(ον) (?) αὐλὸν τοῦ παρακλήτου λέγε.
Ἆρον τὸ πρῶτον γράμμα, καὶ τόνον τέλει
Ἐνθεὶς διαγνῶς πν(εύματο)ς τοῦτον λύραν,
Ὡς ὄργανόν τέ τῆς θε(οῦ) μουσουργίας·
Ὡς δάκτυλος γὰρ τοῦτον ἡ θεία χάρις
Περικροτοῦσα κ(αὶ) δονοῦσα τὴν κτίσιν,
Εἴλκυσεν, ἐξήγειρε πρὸ(ς) εὐπιστίαν·
Δι' ἧς τὸ σωσίκοσμον ἤχησε μέλος·
Ἄπολλον, ἔρρε καὶ συναιρέτω τρίπους.
Ζήτω δὲ Παῦλος ἐκ πόλου λαλῶν τρίτου·
Θέλγων συνέλκων πάντας εἰς τριττὸν σέβ(ας).
Ἐπιστολῶν τούτου γὰρ ἂν δις ἑπτάδα
Πιστῶς διέλθοις. ζῶντα καρδίας μέσον
Τούτου διαγνῶς κ(αὶ) λαλοῦντα τ(ὸν) λόγον
Ὃς χριστὸς ὁ ζῶν ἐστι τοῦ π(ατ)ρ(ὸ)ς λόγος·
Ἄκουε τοίνυν τῶν ἐπιστολῶν βάθη.
Ὕψη δὲ μᾶλλον συντομωτάτω λόγῳ·
Ἐπιστολὴν πρώτην δὲ πρὸς ῥώμην γράφει,
Ὡς οἷα πρώτην χριστὸν εἰσδεδεγμένην·
Δευτέρα πλήττει δὲ τοὺς κορινθίους,
Ὡς πίστιν οὐ τηροῦντας ἠκριβωμένως·
Πάλιν δὲ τούτοις τοὺς ὀνειδισμοὺς γράφει,
Καὶ τὴν ἑαυτοῦ προστιθεὶς παρουσίαν·
Τὴν δ' αὖ τετάρτην πρὸ(ς) γαλάτας μὴ κόπους
Αὐτῶ παρασχεῖν· ἐγχαράττει, πρὸ(ς) πλάνην
Ἰουδαϊστῶν, ἐκκυλισθέντ(ας) πάλιν·
Πρὸς τοὺς ἐφεσίους δὲ καὶ ῥώμης, ἕνα
σκοπὸν τέθηκεν οἶα πιστοῖς ἐκ λόγων·
Τοῦτον γὰρ ἦσαν οὐδαμος δεδορκότ(ες)·
Ἕκτην φιλίππων τοὺς κατοίκους ἐγγράφει·
Πλείους ἐπαίν(ους) τῶν κορινθίων πλέκων·
καύχημα τούτου κ(αὶ) στέφανον δεικνύων·
εἰς ἑβδόμην δὲ τοῖς κολασσαῖς μυνύει·
Ὡς εὐσεβοῦσι πᾶσαν ἐκφεύγειν πλάνην.
Καὶ νουθετεῖν ἔγραψεν ἀρχίππω πλέον·
Πρὸς Θετταλοὺς δὲ ὡς γράφων, εὐφημίας
Λόγους ἔγραψεν ὥς τι κ(αὶ) πεπονθότα·
Ἐκ συγκενῶν. καθώσπερ ἐν σιὼν τινές·
Πάλιν (δὲ) τούτοις ἦν γράφων εὐθυμίας·
Καὶ καρτερεῖν τε συμφορῶν ἀθυμίας·
Οἷς κ(αὶ) σοφῶς ἔλεξεν αἰῶνος τέλος·
Ἑξῆς ἔγραψε τὴν πρὸς ἑβραίους μίαν·
Φαίνων ἄμιψιν πίστεως. ἐκ τῶν λόγων·
Φωνὰς προφητῶν, πρόσθεσίν τε τῶν ὄχλ(ων)
Ἡ πρὸ(ς) τιμόθεον δὲ πρώτη· τὸν τρόπον
Ἀρχῆς διδάσκει κ(αὶ) τύπους ἐκκλησίας
Τὴν ταξιν αὐτὴν κ(αὶ) διδάσκεσθαι πόθω.
Αἰνεῖ δὲ τοῦτον ἡ δὶς ἕξ. (καὶ) δεικνύει
Τὴν πίστιν ἐκ μάμμης τε κ(αὶ) μ(ητρὸ)ς φέρειν·
Ψέγει (δὲ) λοιποὺς. οὐ τὸν ὀνησιφόρον·
Τιμοθέω δηλοῖ δὲ φεύγειν πᾶν ῥέον
Καὶ τὴν ἑαυτοῦ νῦν τελευτὴν μηνύει·
Τὰς αἱρέσεις φύναι δε (καὶ) μὴ θαυμάση·
Γράψας πρὸς αὐτὸν τοῦ πορευθῆναι, τάχος.
Τὸ σπένδομαι γὰρ δεῖγμα τρανὸν τοῦ τέλ(ους)·
Ἑξῆς δὲ τίτω κληρικῶ καταστάσεις.||
Καὶ θεσμὸν ἐκτίθησι τῆς ἐκκλησί(ας)·
Δέδεκτο (καὶ) φιλήμων τὴν δὶς ἑπτάδα
Τὸν δοῦλον ὀνήσιμον εἰς ἐλευθέρων
Ἐλθόντα τάξιν (καὶ) μεμαρτυρηκότα,
Σκελῶν τὲ θλασιν ὡς κεκαρτερηκότα
Ῥώμης ἐπ' αὐτῆς ἐν χρόνοις τοῦ τερτύλου·
Ἐν τοῖς χρόνοις δὲ καίσαρος τιβερίου·
῍Ων ἦν ἀριθμὸς ἑπτὰ σὺν δὶς ἐξάδι,
Παῦλος διδάσκειν ἤρκτο τοῦ κηρύγματ(ος)·
Ἕως κλαυδίου τῶν χρόνων τρεις (καὶ) δέκα,
Ὅθ' ἡγεμὼν ἦν τῆς ἰουδαίας φίληξ·
Ὑφ' οὗ καθείρχθη Παῦλος ἐν δυσὶ χρόν(οις)
Ἐν καισαρεία (καὶ) πάλιν τῶι πορκίωι
Φήστω παραστὰς τοῦς ἐτασμοὺς ἦν φέρων
Καὶ μηχανᾶται τοῦτον ἐκπεφευγέναι·
Ζητῶν ἀπελθεῖν ἔνθα καίσαρ τυγχάνει·
Καὶ στέλλεται τάχιστα πρὸς ῥώμην πόλιν·
῍Ην ὁ βδελυκτὸς (καῖ)σαρ ἐστρόβει Νέρων
Συνῆν δὲ παύλω συγγραφεὺς τῶν πρ(ά)ξεων·
Λουκᾶς. ἀρισταρχός τε σὺν προθυμίαι.
Τούτου μέχρι γράφει δὲ, παῦλος γὰρ δύο
Χρόνους καθεῖρκτο (καὶ) πέπαυτο τοῦ γράφειν,
Καὶ λουκᾶς αὐτὸν ἐκλέλοιπεν αὐτίκα·
Σὺν ἀριστάρχῳ, (καὶ) διῆγεν φεῦ μόνος·
Ἑξῆς γράφει παύλου δὲ πᾶν ἀθλημάτων.
Εὐσέβιος κάλλιστα (καὶ) δρόμου χρόνον·
Καὶ πῶς ἄδειαν ἐκ νέρωνος ἦν ἔχων·
Καὶ πῶς διδάσκων ἦν χρόνοις μέτρω δέκα·
Ἔκστηθι τὴν νέρωνο(ς) ὠμὴν καρδίαν.
Ὡς οὐ μόνον δέδεικτο φεῦ μητροκτόνο(ς),
Ἀλλ' οὗν μανεὶς, ἀνεῖλεν ὀκταουΐαν,
Τούτου βοηθόν, συγγενεῖς τε μυρίους· ||
Ἔπιτα κ᾽ αὐτοὺς τοὺς μαθητὰς κ(υρίο)υ·
Ὡμῶς ἀναιρεῖν ἦρκτο θηριωδίᾳ
Ὦ (καὶ) προσήχθη παῦλος, ἦν δ' ἔχων π(ά)λιν
Λουκὰν σὺν αὐτῶι, (καὶ) νενέκρωται ξίφει·
Ὁ ζῶν ἀεί τε (καὶ) λαλῶν καθημέραν·
Νέρωνος ἦν δὲ τρεῖς τε καὶ δέκα χρόνους.
Ἐκ τοῦ πάθους δὲ κ(υρίο)υ χρόνων δέκα·
Τρισσουμένων ἦν ὁ δρόμος σὺν ἑξάδι:-
Type(s) [3166] Ὁ Παῦλος ὁ ἄϋλος ἐκ τῶν πραγμάτων (100 verses)
Text source DBBE (Inspection of a reproduction of the manuscript)
Text status Text completely known
Date 11th c.
Manuscript VENICE - Biblioteca Nazionale Marciana - gr. Z. 34 (coll. 349) [11th c.]
Place in Manuscript f. 5v-6r
Palaeographical information The text is written in Alexandrinische Auszeichnungsmajuskel, in two columns. Verse initials as well as verses 1-2 are in red ink; the main text in brown.
Contextual information 33 οὐδαμος] ῶ supra lineam; 60 κληρικῶ] ν man. sec. supra lineam add.; 65 v. in marg. add.
Metre(s) Dodecasyllable
Genre(s) Author-related epigram
Subject(s)
Image source(s)
Bibliography
Number of verses 100
Related occurrence(s)
Acknowledgements Inspection of the manuscript image was possible by courtesy of the 'Institut für Neutestamentliche Textforschung'.

Creator(s)
Transcriber(s)

The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete.

Permalink https://www.dbbe.ugent.be/occurrences/24102
Last modified: 2022-12-20.