Occurrence 18994
(formerly occ/2413)

+ ἡ τῶν ἐπιστολῶν ὑπόθ(εσις) διὰ ἰάμβ(ων)
 
Ὁ παῦλος ὁ ἄϋλος ἐκ τῶν πραγμάτ(ων)·
ἢ γραμμάτων πέφηνε τῆ διαστάσει·
Τὸ πι γὰρ αἴρων τοῦτο γνώση ῥαδίως·
μάλιστα προσχὼν οἷς βιοὺς ἦν (καὶ) γράφ(ων)·
ἢ παῦλον αὐλὸν τοῦ παρακλήτου λέγε·
ἄρον τὸ πρῶτον γράμμα (καὶ) τόνον λέγει·
ἐνθεῖς, διαγνῶς πν(εύματο)ς τοῦτον λύραν·
ὡς ὄργανόν τε τῆς θεοῦ μουσουργίας·
Ὡς δάκτυλος γὰρ τοῦτον ἡ θεία χάρις·
περικροτοῦσα καὶ δονοῦσα τὴν κτίσιν·
εἵλκυσεν ἐξήγειρε πρὸς εὐπιστίαν·
δι' ἧς τὸ σωσίκοσμον ἤχησε μέλος·
Ἄπολλον ἤρρε, καὶ συναιρρέτω τρίπους·
ζήτω δὲ παῦλο(ς) ἐκ πόλου λαλῶν τρίτου·
θέλγων συνέλκων πάντας εἰς τριττ(ὸν) σέβ(ας)·
Ἐπιστολ(ῶν) τούτου γὰρ ἂν δὶς ἑπτάδα·
πιστῶς διέλθοις, ζῶντα καρδίας μέσ(ον)·
τούτου διαγνῶς (καὶ) λαλοῦν(τα) τὸν λόγον·
ὃς χριστὸς ὁ ζῶν ἐστι τοῦ π(ατ)ρ(ὸ)ς λόγος·
Ἄκουε τοίνυν τῶν ἐπιστολῶν βάθη·
ὕψη δὲ μᾶλλον συντομωτάτω λόγω·
Ἐπιστολὴν πρώτην δὲ πρὸ(ς) ῥώμην γράφει,
ὡς οἷα πρώτην χριστὸν εἰσδεδεγμένην·
Δευτέρα πλήττει δὲ τοὺς κορινθίους,
ὡς πίστιν οὐ τηροῦντας ἠκριβωμένως·
Πάλιν δὲ τούτοις τοὺς ὀνειδισμοὺς γράφει,
καὶ τὴν ἑαυτοῦ προστιθεὶς παρουσίαν·
Τὴν δ' αὖ τετάρτην πρὸς γαλάτας μὴ κόπους·
αὐτῶ παρασχεῖν· ἐγχαράττει πρὸ(ς) πλάν(ην)
ἰουδαϊστῶν, ἐκκυλισθέντας πάλιν·
Πρὸς τοὺς ἐφεσίους δὲ (καὶ) ῥώμης, ἕνα
σκο|πὸν τέθεικεν οἶα πιστοῖς ἐκ λόγων·
τοῦτον γὰρ ἦσαν οὐδαμῶς δεδορκότ(ες)· ||
Ἕκτην φιλίππων τοῖς κατοίκοις ἐγγράφει·
πλείους ἐπαίνους τῶν κορινθί(ων) πλέκ(ων)·
καύχημα τούτου (καὶ) στέφανον δεικνύων·
Εἰς ἑβδόμην δὲ ταῖς κολοσσαῖς μηνύει·
ὡς εὐσεβοῦσι πᾶσαν ἐκφεύγειν πλάν(ην),
καὶ νουθετεῖν ἔγραψεν ἀρχίππω πλέον·
Πρὸς θετταλοὺς δὲ δὶς γράφων, εὐφημίας
λόγους ἔγραψεν ὥς τι (καὶ) πεπονθότας
ἐκ συγγενῶν, καθώς περ ἐν σιὼν τινές·
Πάλιν δὲ τούτοις ἦν γράφων εὐθυμίας
καὶ καρτερεῖν τε συμφορῶν ἀθυμίαις
οἷς καὶ σοφῶς ἔλεξεν αἰῶνος τέλ(ος).
Ἑξῆς ἔγραψε τὴν πρὸς ἑβραίους μίαν,
φαίνων ἄμειψιν πίστεως ἐκ τῶν λόγ(ων)
φωνὰς προφητῶν, πρόσθεσίν τε τ(ῶν) ὄχλ(ων)
Ἡ πρὸς τιμόθεον δὲ πρώτη· τὸν τρόπον
ἀρχῆς διδάσκει (καὶ) τύπους ἐκκλησίας
τὴν ταξιν αὐτὴν καὶ διδάσκεσθαι πόθω·
Αἰνεῖ δὲ τοῦτον ἡ δὶς ἓξ, καὶ δεικνύει
τὴν πίστιν ἐκ μάμμης τὲ (καὶ) μ(ητ)ρ(ὸ)ς φέρειν,
ψέγει δὲ λοιποὺς, οὐ τὸν ὀνησιφόρον·
Τιμοθέω δηλοῖ δὲ φεύγειν πᾶν ῥέον·
καὶ τὴν ἑαυτοῦ νῦν τελευτὴν μηνύει·
τὰς αἱρέσεις φῆναι δε (καὶ) μὴ θαυμάσειν·
γράψας πρὸς αὐτὸν τοῦ πορευθῆν(αι) τάχος,
τὸ σπένδομαι γὰρ δεῖγμα τρανὸν τοῦ τέλους·
Ἑξῆς δὲ τίτω κληρικῶν καταστάσεις·
καὶ θεσμὸν ἐκτίθησι τῆς ἐκκλησίας·
Δέδεκτο καὶ φιλήμων τὴν δὶς ἑπτάδα
τὸν δοῦλον ὀνήσιμον εἰς ἐλευθέρων
ἐλθόντα τάξιν καὶ μεμαρτυρηκότα,
σκελῶν τὲ θλάσιν ὡς κεκαρτερηκότα
ῥώμης ἐπ' αὐτῆς, ἐν χρόνοις τοῦ τερτύλου·
Ἐν τοῖς χρόνοις δὲ καίσαρος τιβερίου
ὧν ἦν ἀριθμὸ(ς) ἑπτὰ σὺν δὶς ἑξάδι,
παῦλο(ς) διδάσκειν ἦρκτο τοῦ κηρύγματος· ||
Ἕως κλαυδίου τῶν χρόν(ων) τρεῖς (καὶ) δέκα
ὅτ' ἡγεμὼν ἦν τῆς ἰουδαίας φἰλιξ·
ὑφ' οὗ καθείρχθη παῦλο(ς) ἐν δυσὶ χρόνοις·
ἐν καισαρεία (καὶ) πάλιν τῶι πορκίωι
φήστω παραστὰς τοὺς ἐτασμὸν ἦν φέρων,
καὶ μηχανᾶται τοῦτον ἐκπεφευγέναι·
ζητῶν ἀπελθεῖν ἔνθα καίσαρ τυγχάνει·
καὶ στέλλεται τάχιστα πρὸς ῥώμην πόλιν
ἣν ὁ βδελυκτὸ(ς) καῖσαρ ἐστρόβει νέρων
συνῆν δὲ παύλωι συγγραφεὺς τ(ῶν) πράξε(ων)
λουκᾶς· ἀρισταρχός τε σὺν προθυμίαι·
τούτου μέχρι γράφει δὲ. παῦλο(ς) γὰρ δύο
χρόνους καθεῖρκτο (καὶ) πέπαυτο τοῦ γράφειν.
καὶ λουκᾶς αὐτὸν ἐκλέλοιπεν αὐτίκα
σὺν ἀριστάρχω, (καὶ) διῆγεν φεῦ μόνος·
ἑξῆς γράφει παύλου (δὲ) πᾶν ἀθλημάτω(ν)
εὐσέβιος κάλλιστα καὶ δρόμου χρόνον,
καὶ πῶς ἄδειαν ἐκ νέρωνος ἦν ἔχων·
καὶ πῶς διδάσκ(ων) ἦν χρόνοις μέτρω δέκα·
ἔκστηθι τὴν νέρωνος ὠμὴν καρδίαν
ὃς οὐ μόνον δέδεικτο φεῦ μητροκτόνο(ς),
ἀλλ' οὗν μανεὶς, ἀνεῖλεν ὀκταουΐαν
τούτου βοηθόν. συγγενεῖς τε μυρίους.
ἔπειτα κ' αὐτοὺς μαθητὰς τοῦ κυρίου·
ὠμῶς ἀναιρεῖν ἦρκτο θηριωδίαι.
ὧι (καὶ) προσήχθη παῦλο(ς)· ἦν δ' ἔχων πάλ(ιν)·
λουκᾶν σὺν αὐτῶ (καὶ) νενέκρωται ξίφει·
ὁ ζῶν ἀεί τε (καὶ) λαλῶν καθημέραν·
νέρωνος ἦν δὲ τρεῖς τε (καὶ) δέκα χρόνο(ς)·
ἐκ τοῦ πάθους δὲ κ(υρίο)υ χρόνων δέκα·
τρισσουμένων ἦν ὁ δρόμο(ς) σὺν ἑξάδι:-
Type(s) [3166] Ὁ Παῦλος ὁ ἄϋλος ἐκ τῶν πραγμάτων (100 verses)
Text source DBBE
Text status Text completely known
Date 12th c.
Manuscript PARIS - Bibliothèque Nationale de France (BNF) - Coisl. 217 [12th c.]
Place in Manuscript f. 16r-16v
Contextual information This poem is the first in the series of three poems.
Metre(s) Dodecasyllable
Genre(s) Text-related epigram
Subject(s)
Comment Devreesse (1945: 198): '(f. 16r.v) argument poétique en vers: Ὁ Παῦλος ὁ ἄϋλος (...) τὸ τοῦ Θεοῦ πρόσωπον ἐμφανῶς βλέπων'. This metrical argument consists of three poems, of which the second poem has a metrical title.
Image source(s) https://gallica.bnf.fr/ark:/12148/btv1b110001042/f18.item
Bibliography
Number of verses 100
Related occurrence(s)
Acknowledgements
Transcriber(s)

The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete.

Permalink https://www.dbbe.ugent.be/occurrences/18994
Last modified: 2020-12-17.