Occurrence 18992
(formerly occ/2410)

Ἄκουε τοίνυν τῶν ἐπιστολῶν βάθη.
ὕψη δὲ μᾶλλον συντομωτάτω λόγῳ·
Ἐπιστολὴν πρώτην δὲ πρὸς ῥώμην γράφει,
ὡς οἷα πρώτην χ(ριστὸ)ν εἰσδεδεγμένην·
Δευτέρα πλήττει δὲ τοὺς κορινθίους,
ὡς πίστιν οὐ τηροῦντας ἠκριβωμένως·
Πάλιν δὲ τούτοις τοὺς ὀνειδισμοὺς γράφει,
καὶ τὴν ἑαυτοῦ προστιθεὶς παρουσίαν·
Τὴν δ' αὖ τετάρτην πρὸς γαλάτας μὴ κόπους
αὐτῶ παρασχεῖν. ἐγχαράττει, πρὸς πλάνη(ν)
ίουδαϊστῶν, ἐκκυλισθέντας πάλιν·
Πρὸς τοὺς ἐφεσίους δὲ καὶ ῥώμης, ἕνα
σκοπὸν τέθεικεν οἶα πιστοῖς ἐκ λόγων.
τοῦτον γὰρ ἦσαν οὐδαμῶς δεδορκότες.
Ἕκ την φιλίππων τοὺς κατοίκους ἐγγράφει·
πλείους ἐπαίνους τῶν Κορινθίων πλέκω(ν),
καύχημα τ<ούτο>υ καὶ στέφανον δεικνύω(ν).
Εἰς ἑβδόμην δὲ τοῖς κολασσαῖς μηνύει·
ὡς εὐσεβοῦσι πᾶσαν ἐκφεύγειν πλάνη(ν),
κ(αὶ) νουθετεῖν ἔγραψεν ἀρχίππω πλέον·
Πρὸς θετταλοῦς (δὲ) δὶς γράφων, εὐφημί(ας)
λόγους ἔγραψεν ὥς τι καὶ πεπονθότας
ἐκ συγγενῶν, καθώς περ ἐν σιὼν τινές·
Πάλιν (δὲ) τούτοις ἦν γράφων εὐθυμίας·
καὶ καρτερεῖν τὲ συμφορῶν ἀθυμίαις.
οἷς καὶ σοφῶς ἔλεξεν αἰῶνος τέλος·
Ἐξῆς ἔγραψε τὴν πρὸς ἑβραίους μίαν·
φαίνων ἄμειψιν πίστεως ἐκ τῶν λόγων.
φωνὰς προφητῶν, πρόσθεσίν τε τ(ῶν) ὄχλω(ν)·
Ἡ πρὸς τιμόθεον (δὲ) πρώτη· τὸν τρόπον
ἀρχῆς διδάσκει (καὶ) τύπους ἐκκλησίας.
τὴν τάξιν αὐτὴν. καὶ διδάσκεσθαι πόθω·
Αἰνεῖ (δὲ) τοῦτον ἡ δὶς ἓξ. (καὶ) δεικνύει
τὴν πίστιν ἐκ μάμμης τὲ (καὶ) μ(ητρὸ)ς φέρει(ν)·
ψέγει δὲ λοιποὺς, οὐ τὸν ὀνησιφόρον·
Τιμοθέω δηλοῖ (δὲ) φεύγειν πᾶν ῥέον
καὶ τὴν ἑαυτοῦ νῦν τελευτὴν μηνύει·
τὰς αἱρέσεις φύναι δὲ (καὶ) μὴ θαυμάσει(ν)
γράψας πρὸς αὐτὸν τοῦ πορευθῆν(αι) τάχος.
τὸ σπένδομαι γὰρ δεῖγμα τρανὸν τοῦ τέλους·
Ἐξῆς δὲ τίτω κληρικῶν καταστάσεις,
(καὶ) θεσμὸν ἐκτίθησι τῆς ἐκκλησίας·
Δέδεκτο (καὶ) φιλήμων τὴν δὶς ἑπτάδα·
τὸν δοῦλον ὀνήσιμον εἰς ἐλευθέρω(ν)
ἐλθόντα τάξιν (καὶ) μεμαρτυρηκότα,
σκελῶν τὲ θλάσιν ὡς κεκαρτερηκότα
ῥώμης ἐπ' αὐτῆς ἐν χρόνοις τοῦ τερτύλου:–
Type(s) [3166] Ὁ Παῦλος ὁ ἄϋλος ἐκ τῶν πραγμάτων (100 verses)
Text source DBBE (Inspection of a reproduction of the manuscript)
Text status Text completely known
Date 10th c.
Manuscript PARIS - Bibliothèque Nationale de France (BNF) - gr. 224 [10th c.]
Place in Manuscript f. 1r
Palaeographical information The text is written in Alexandrinische Auszeichnungsmajuskel in red ink.
Metre(s) Dodecasyllable
Genre(s) Author-related epigram
Subject(s) Apostles
Image source(s) https://gallica.bnf.fr/ark:/12148/btv1b10515748z/f9.image
Bibliography
Number of verses 47
Related occurrence(s)
Acknowledgements
Transcriber(s)

The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete.

Permalink https://www.dbbe.ugent.be/occurrences/18992
Last modified: 2022-12-20.