Type 3166
(formerly typ/1297)
| Ὁ Παῦλος ὁ ἄϋλος ἐκ τῶν πραγμάτων, | |
| Ἢ γραμμάτων πέφηνε τῇ διαστάσει. | |
| Τὸ π γὰρ αἴρων, τοῦτο γνώσῃ ῥᾳδίως. | |
| Μάλιστα προσχὼν οἷς βιοὺς ἦν καὶ γράφων. | |
| Ἢ Παῦλον αὐλὸν τοῦ Παρακλήτου λέγε. | |
| Ἆρον τὸ πρῶτον γράμμα, καὶ τόνον τέλει | |
| Ἐνθείς, διαγνῷς Πνεύματος τοῦτον λύραν, | |
| Ὡς ὄργανόν τε τῆς θεοῦ μουσουργίας. | |
| Ὡς δάκτυλος γὰρ τοῦτον ἡ θεία χάρις | |
| Περικροτοῦσα καὶ δονοῦσα τὴν κτίσιν, | |
| Εἵλκυσεν, ἐξήγειρε πρὸς εὐπιστίαν, | |
| Δι' ἧς τὸ σωσίκοσμον ἤχησε μέλος. | |
| Ἄπολλον, ἔῤῥε καὶ συνεῤῥέτω τρίπους. | |
| Ζήτω δὲ Παῦλος ἐκ πόλου λαλῶν τρίτου, | |
| Θέλγων, συνέλκων πάντας εἰς τριττὸν σέβας. | |
| Ἐπιστολῶν τούτου γὰρ ἂν δὶς ἑπτάδα | |
| Πιστῶς διέλθοις, ζῶντα καρδίας μέσον | |
| Τούτου διαγνῷς καὶ λαλοῦντα τὸν λόγον, | |
| Ὃς Χριστὸς ὁ ζῶν ἐστι τοῦ Πατρὸς Λόγος. | |
| Ἄκουε τοίνυν τῶν ἐπιστολῶν βάθη | |
| Ὕψη δὲ μᾶλλον συντομωτάτῳ λόγῳ. | |
| Ἐπιστολὴν πρώτην δὲ πρὸς Ῥώμην γράφει, | |
| Ὡς οἷα πρώτην Χριστὸν εἰσδεδεγμένην. | |
| Τῇ δευτέρᾳ πλήττει δὲ τοὺς Κορινθίους, | |
| Ὡς πίστιν οὐ τηροῦντας ἠκριβωμένως. | |
| Πάλιν δὲ τούτοις τοὺς ὀνειδισμοὺς γράφει, | |
| Καὶ τὴν ἑαυτοῦ προστιθεὶς παρουσίαν. | |
| Τὴν δ' αὖ τετάρτην πρὸς Γαλάτας μὴ κόπους | |
| Αὐτῷ παρασχεῖν ἐγχαράττει, πρὸς πλάνην | |
| Ἰουδαϊστῶν, ἐκκυλισθέντας πάλιν. | |
| Πρὸς τοὺς Ἐφεσίους δὲ καὶ Ῥώμης, ἕνα | |
| Σκοπὸν τέθεικεν, οἶα πιστοῖς ἐκ λόγων. | |
| Τοῦτον γὰρ ἦσαν οὐδαμῶς δεδορκότες. | |
| Ἕκτην Φιλίππων τοῖς κατοίκοις ἐγγράφει, | |
| Πλείους ἐπαίνους τῶν Κορινθίων πλέκων, | |
| Καύχημα τούτου καὶ στέφανον δεικνύων. | |
| Εἰς ἑβδόμην δὲ ταῖς Κολοσσαῖς μηνύει, | |
| Ὡς εὐσεβοῦσι, πᾶσαν ἐκφεύγειν πλάνην | |
| Καὶ νουθετεῖν ἔγραψεν Ἀρχίππῳ πλέον. | |
| Πρὸς Θετταλοὺς δὲ δὶς γράφων, εὐφημίας | |
| Λόγους ἔγραψεν, ὥς τι καὶ πεπονθότας | |
| Ἐκ συγγενῶν, καθώς περ ἐν Σιών τινες. | |
| Πάλιν δὲ τούτοις ἦν γράφων εὐθυμίας, | |
| Καὶ καρτερεῖν τε συμφορῶν ἀθυμίαις· | |
| Οἷς καὶ σοφῶς ἔλεξεν αἰῶνος τέλος. | |
| Ἑξῆς ἔγραψε τὴν πρὸς Ἑβραίους μίαν, | |
| Φαίνων ἄμειψιν πίστεως ἐκ τῶν λόγων, | |
| Φωνὰς προφητῶν, πρόσθεσίν τε τῶν ὄχλων. | |
| Ἡ πρὸς Τιμόθεον δὲ πρώτη, τὸν τρόπον | |
| Ἀρχῆς διδάσκει καὶ τύπους Ἐκκλησίας. | |
| Τὴν ταξιν αὐτὴν καὶ διδάσκεσθαι πόθῳ. | |
| Αἰνεῖ δὲ τοῦτον ἡ δὶς ἕξ, καὶ δεικνύει | |
| Τὴν πίστιν ἐκ μάμμης τε καὶ μητρὸς φέρειν, | |
| Ψέγει δὲ λοιπούς, οὐ τὸν Ὀνησιφόρον. | |
| Τιμοθέῳ δηλοῖ δὲ φεύγειν πᾶν ῥέον, | |
| Καὶ τὴν ἑαυτοῦ νῦν τελευτὴν μηνύει. | |
| Τὰς αἱρέσεις φῆναι δε καὶ μὴ θαυμάσειν | |
| Γράψας πρὸς αὐτὸν τοῦ πορευθῆναι τάχος. | |
| Τὸ σπένδομαι γὰρ δεῖγμα τρανὸν τοῦ τέλους. | |
| Ἑξῆς δὲ Τίτῳ κληρικῶν καταστάσεις. | |
| Καὶ θεσμὸν ἐκτίθησι τῆς ἐκκλησίας. | |
| Δέδεκτο καὶ Φιλήμων τὴν δὶς ἑπτάδα, | |
| Τὸν δοῦλον Ὀνήσιμον εἰς ἐλευθέρων | |
| Ἐλθόντα τάξιν καὶ μεμαρτυρηκότα, | |
| Σκελῶν τε θλάσιν ὡς κεκαρτερηκότα | |
| Ῥώμης ἐπ' αὐτῆς ἐν χρόνοις τοῦ Τερτύλου. | |
| Ἐν τοῖς χρόνοις δὲ Καίσαρος Τιβερίου, | |
| Ὥν ἦν ἀριθμὸς ἑπτὰ σὺν δὶς ἑξάδι | |
| Παῦλος διδάσκειν ἦρκτο τοῦ κηρύγματος, | |
| Ἕως Κλαυδίου τῶν χρόνων τρεῖς καὶ δέκα, | |
| Ὅθ' ἡγεμὼν ἦν τῆς Ἰουδαίας Φῆλιξ. | |
| Ὑφ' οὗ καθείρχθη Παῦλος ἐν δυσὶ χρόνοις | |
| Ἐν Καισαρείᾳ. Καὶ πάλιν τῷ Πορκίῳ | |
| Φήστῳ παραστὰς τοῦς ἐτασμοὺς ἦν φέρων, | |
| Καὶ μηχανᾶται τοῦτον ἐκπεφευγέναι, | |
| Ζητῶν ἀπελθεῖν ἔνθα Καῖσαρ τυγχάνει. | |
| Καὶ στέλλεται τάχιστα πρὸς Ῥώμην πόλιν, | |
| Ἣν ὁ βδελυκτὸς Καῖσαρ ἐστρόβει Νέρων | |
| Συνῆν δὲ Παύλῳ συγγραφεὺς τῶν Πράξεων | |
| Λουκᾶς, Ἀρισταρχός τε σὺν προθυμίᾳ. | |
| Τούτου μέχρι γράφει δέ. Παῦλος γὰρ δύο | |
| Χρόνους καθεῖρκτο καὶ πέπαυτο τοῦ γράφειν. | |
| Καὶ Λουκᾶς αὐτὸν ἐκλέλοιπεν αὐτίκα | |
| Σὺν Ἀριστάρχῳ, καὶ διῆγε, φεῦ! μόνος. | |
| Ἑξῆς γράφει Παύλου δὲ πᾶν ἀθλημάτων | |
| Εὐσέβιος κάλλιστα καὶ δρόμου χρόνον, | |
| Καὶ πῶς ἄδειαν ἐκ Νέρωνος ἦν ἔχων, | |
| Καὶ πῶς διδάσκων ἦν χρόνοις μέτρῳ δέκα. | |
| Ἔκστηθι τὴν Νέρωνος ὠμὴν καρδίαν. | |
| Ὃς οὐ μόνον δέδεικτο, φεῦ! μητροκτόνος, | |
| Ἀλλ' οὗν μανεὶς ἀνεῖλεν Ὀκταουΐαν | |
| Τούτου βοηθόν, συγγενεῖς τε μυρίους. | |
| Ἔπειτα κ' αὐτοὺς τοὺς μαθητὰς Κυρίου | |
| Ὠμῶς ἀναιρεῖν ἦρκτο θηριωδίᾳ. | |
| ᾯ καὶ προσήχθη Παῦλος, ἦν δ' ἔχων πάλιν | |
| Λουκᾶν σὺν αὐτῷ, καὶ νενέκρωται ξίφει, | |
| Ὁ ζῶν ἀεί τε καὶ λαλῶν καθημέραν. | |
| Νέρωνος ἦν δὲ τρεῖς τε καὶ δέκα χρόνος. | |
| Ἐκ τοῦ πάθους τοῦ Κυρίου χρόνων δέκα, | |
| Τρισσουμένων ἦν ὁ δρόμος σὺν ἑξάδι. |
Last modified: 2026-03-25.
